katapi New Study Bible - select-a-version
katapi HOME DB1 << >>
New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ | GNT: contents | | by passage | search---> | in flowing text | select- | 2 | -versions | notes

20 ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ

1 Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ ὁστις ἐξῆλθεν ἀμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ· The Workers in the Vineyard Mt.20.1-16 (Borders of Samaria) -
2 συμφωνήσας δὲ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ.

 
3 καὶ ἐξελθὼν περὶ τρίτην ὡραν εἶδεν ἀλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς·  
4 καὶ ἐκείνοις εἶπεν, Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν.  
5 οἱ δὲ ἀπῆλθον. πάλιν δὲ ἐξελθὼν περὶ ἑκτην καὶ ἐνάτην ὡραν ἐποίησεν ὡσαύτως.  
6 περὶ δὲ τὴν ἑνδεκάτην ἐξελθὼν εὗρεν ἀλλους ἑστῶτας, καὶ λέγει αὐτοῖς, Τί ὧδε ἑστήκατε ὁλην τὴν ἡμέραν ἀργοί;  
7 λέγουσιν αὐτῷ, Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. λέγει αὐτοῖς, Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα.  
8 ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ, Κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισθὸν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἑως τῶν πρώτων.  
9 καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὡραν ἐλαβον ἀνὰ δηνάριον.

 
10 καὶ ἐλθόντες οἱ πρῶτοι ἐνόμισαν ὅτι πλεῖον λήμψονται· καὶ ἐλαβον τὸ ἀνὰ δηνάριον καὶ αὐτοί.  
11 λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου  
12 λέγοντες, Οὗτοι οἱ ἐσχατοι μίαν ὡραν ἐποίησαν, καὶ ἰσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα.  
13 ὁ δὲ ἀποκριθεὶς ἑνὶ αὐτῶν εἶπεν, Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοὶ;

 
14 ἆρον τὸ σὸν καὶ ὑπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί.  
15 οὐκ ἐξεστίν μοι ὃ θέλω ποιῆσαι ἐν τοῖς ἐμοῖς; ἢ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμὶ;

 
16 Οὑτως ἐσονται οἱ ἐσχατοι πρῶτοι καὶ οἱ πρῶτοι ἐσχατοι.  
17 Καὶ ἀναβαίνων ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα μαθητὰς κατ' ἰδίαν, καὶ ἐν τῇ ὁδῷ εἶπεν αὐτοῖς,

A Third Time Jesus foretells His Death and Resurrection Mt.20.17-19 (Borders of Samaria) -[ Mt.20.17-19 → ] - Mk.10.32-34, Lk.18.31-34
18 Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ,

 
19 καὶ παραδώσουσιν αὐτὸν τοῖς ἐθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται.  
20 Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τι ἀπ' αὐτοῦ. The Request of James and John Mt.20.20-28 (Borders of Samaria) -[ Mt.20.20-28 → ] - Mk.10.35-45
21 ὁ δὲ εἶπεν αὐτῇ, Τί θέλεις; λέγει αὐτῷ, Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου.  
22 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Οὐκ οἰδατε τί αἰτεῖσθε· δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν; λέγουσιν αὐτῷ, Δυνάμεθα.  
23 λέγει αὐτοῖς, Τὸ μὲν ποτήριόν μου πίεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἐστιν ἐμὸν τοῦτο δοῦναι, ἀλλ' οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου.  
24 Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν.

 
25 ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν, Οἰδατε ὅτι οἱ ἀρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν.  
26 οὐχ οὑτως ἐσται ἐν ὑμῖν· ἀλλ' ὃς ἐὰν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ἐσται ὑμῶν διάκονος,

 
27 καὶ ὃς ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος ἐσται ὑμῶν δοῦλος·

 
28 ὡσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.  
29 Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἰεριχὼ ἠκολούθησεν αὐτῷ ὀχλος πολύς. The Healing of Two Blind Men Mt.20.29-34 (Near Jericho) -[ Mt.20.29-34 → ] - Mk.10.46-52, Lk.18.35-43
30 καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἐκραξαν λέγοντες, ἐλέησον ἡμᾶς, Κύριε, υἱὸς Δαυίδ.

 
31 ὁ δὲ ὀχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν· οἱ δὲ μεῖζον ἐκραξαν λέγοντες, ἐλέησον ἡμᾶς, Κύριε, υἱὸς Δαυίδ.

 
32 καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν, Τί θέλετε ποιήσω ὑμῖν;  
33 λέγουσιν αὐτῷ, Κύριε, ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν.  
34 σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἡψατο τῶν ὀμμάτων αὐτῶν, καὶ εὐθέως ἀνέβλεψαν καὶ ἠκολούθησαν αὐτῷ.

 
    << | ΜΘ:20 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.