katapi New Study Bible - select-a-version

<< >> katapi HOME New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΚΑΤΑ ΜΑΡΚΟΝ | GNT: contents | by passage | with passage selection | search---> | GO TO highlighted passage ↓| in verses | select-|2|-versions | notes

ΚΑΤΑ ΜΑΡΚΟΝ

The Rejection of Jesus at Nazareth  Mk.6.1-6 (Nazareth)[ Mk.6.1-6 → ] - Mt.13.53-58, Lk.4.16-30

1Καὶ ἐξῆλθεν ἐκεῖθεν, καὶ ἐρχεται εἰς τὴν πατρίδα αὐτοῦ, καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. 2καὶ γενομένου σαββάτου ἠρξατο διδάσκειν ἐν τῇ συναγωγῇ· καὶ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες, Πόθεν τούτῳ ταῦτα, καὶ τίς ἡ σοφία ἡ δοθεῖσα τούτῳ καὶ αἱ δυνάμεις τοι αῦται διὰ τῶν χειρῶν αὐτοῦ γίνωνται; 3οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸς τῆς Μαρίας καὶ ἀδελφὸς Ἰακώβου καὶ Ἰωσῆτος καὶ Ἰούδα καὶ Σίμωνος; καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς; καὶ ἐσκανδαλίζον το ἐν αὐτῷ. 4καὶ ἐλεγεν αὐτοῖς ὁ Ἰησοῦς ὅτι Οὐκ ἐστιν προφήτης ἀτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τοῖς συγγενεῦσιν αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. 5καὶ οὐκ ἐδύνατο ἐκεῖ ποιῆσαι οὐδεμίαν δύναμιν, εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσεν·

The mission of the Twelve  Mk.6.6-13[ Mk.6.6-13 → ] - Mt.10.5-15, Lk.9.1-6

6καὶ ἐθαύμαζεν διὰ τὴν ἀπιστίαν αὐτῶν. Καὶ περιῆγεν τὰς κώμας κύκλῳ διδάσκων.

7καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἠρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων· 8καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἰρωσιν εἰς ὁδὸν εἰ μὴ ῥάβδον μόνον, μὴ ἀρτον, μὴ πήραν, μὴ εἰς τὴν ζώνην χαλκόν, 9ἀλλὰ ὑποδεδεμένους σανδάλια καὶ μὴ ἐνδύσησθε δύο χιτῶνας. 10καὶ ἐλεγεν αὐτοῖς, Ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἑως ἂν ἐξέλθητε ἐκεῖθεν. 11καὶ ὃς ἂν τόπος μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς. 12Καὶ ἐξελθόντες ἐκήρυξαν ἵνα μετανοῶσιν, 13καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἠλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.

The Death of John the Baptist  Mk.6.14-29[ Mk.6.14-29 → ] - Mt.14.1-12, Lk.9.7-9

14Καὶ ἠκουσεν ὁ βασιλεὺς Ἡρῴδης, φανερὸν γὰρ ἐγένετο τὸ ὀνομα αὐτοῦ, καὶ ἐλεγον ὅτι Ἰωάννης ὁ βαπτίζων ἐγήγερται ἐκ νεκρῶν, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐ τῷ. 15ἀλλοι δὲ ἐλεγον ὅτι Ἠλίας ἐστίν· ἀλλοι δὲ ἐλεγον ὅτι προφήτης ὡς εἷς τῶν προφητῶν. 16ἀκούσας δὲ ὁ Ἡρῴδης ἐλεγεν, Ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτος ἠγέρθη. `17Αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησεν τὸν Ἰωάννην καὶ ἐδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν· 18ἐλεγεν γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι Οὐκ ἐξεστίν σοι ἐχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου. 19ἡ δὲ ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἠθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἠδύνατο· 20ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἀνδρα δίκαιον καὶ ἀγιον, καὶ συνετήρει αὐτόν, καὶ ἀκούσας αὐτοῦ πολλὰ ἠπόρει, καὶ ἡδέως αὐτοῦ ἠκουεν. 21Καὶ γενομένης ἡμέρας εὐκαίρου ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίησεν τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας, 22καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτοῦ Ἡρῳδιάδος καὶ ὀρχησαμένης, ἠρεσεν τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις. εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ, Αἰτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοι· 23καὶ ὠμοσεν αὐτῇ πολλά, Ὅ τι ἐάν με αἰτήσῃς δώσω σοι ἑως ἡμίσους τῆς βασιλείας μου. 24καὶ ἐξελθοῦσα εἶπεν τῇ μητρὶ αὐτῆς, Τί αἰτήσωμαὶ ἡ δὲ εἶπεν, Τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτίζοντος. 25καὶ εἰσελθοῦσα εὐθὺς μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα, Θέλω ἵνα ἐξαυτῆς δῷς μοι ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. 26καὶ περίλυπος γενόμενος ὁ βασιλεὺς διὰ τοὺς ὁρκους καὶ τοὺς ἀνακειμένους οὐκ ἠθέλησεν ἀθετῆσαι αὐτήν· 27καὶ εὐθὺς ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτορα ἐπέταξεν ἐνέγκαι τὴν κεφαλὴν αὐτοῦ. καὶ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ 28καὶ ἠνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἐδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς. 29καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ καὶ ἐθηκαν αὐτὸ ἐν μνημείῳ.

The Feeding of the Five Thousand  Mk.6.30-44 (Bethsaida)[ Mk.6.30-44 → ] - Mt.14.13-21, Lk.9.10-17, Jn.6.1-14

30Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα ὁσα ἐποίησαν καὶ ὁσα ἐδίδαξαν. 31καὶ λέγει αὐτοῖς, Δεῦτε ὑμεῖς αὐτοὶ κατ' ἰδίαν εἰς ἐρημον τόπον καὶ ἀναπαύσασθε ὀλίγον. ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν εὐκαίρουν. 32καὶ ἀπῆλθον ἐν τῷ πλοίῳ εἰς ἐρημον τόπον κατ' ἰδίαν. 33καὶ εἶδον αὐτοὺς ὑπάγοντας καὶ ἐπέγνωσαν πολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ καὶ προῆλθον αὐτούς. 34καὶ ἐξελθὼν εἶδεν πολὺν ὀχλον, καὶ ἐσπλαγχνίσθη ἐπ' αὐτοὺς ὅτι ἦσαν ὡς πρόβατα μὴ ἐχοντα ποιμένα, καὶ ἠρξατο διδάσκειν αὐτοὺς πολλά. 35Καὶ ἠδη ὡρας πολλῆς γενομένης προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἐλεγον ὅτι Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἠδη ὡρα πολλή· 36ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς τί φάγωσιν. 37ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. καὶ λέγουσιν αὐτῷ, Ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίων ἀρτους καὶ δώσομεν αὐτοῖς φαγεῖν; 38ὁ δὲ λέγει αὐτοῖς, Πόσους ἀρτους ἐχετὲ ὑπάγετε ἰδετε. καὶ γνόντες λέγουσιν, Πέντε, καὶ δύο ἰχθύας. 39καὶ ἐπέταξεν αὐτοῖς ἀνακλῖναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ. 40καὶ ἀνέπεσαν πρασιαὶ πρασιαὶ κατὰ ἑκατὸν καὶ κατὰ πεντήκοντα. 41καὶ λαβὼν τοὺς πέντε ἀρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἀρτους καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παρατιθῶσιν αὐτοῖς, καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν. 42καὶ ἐφαγον πάντες καὶ ἐχορτάσθησαν· 43καὶ ἦραν κλάσματα δώδεκα κοφίνων πληρώματα καὶ ἀπὸ τῶν ἰχθύων. 44καὶ ἦσαν οἱ φαγόντες τοὺς ἀρτους πεντακισχίλιοι ἀνδρες.

Walking on the Water  Mk.6.45-52 (Lake of Gennesaret)[ Mk.6.45-52 → ] - Mt.14.22-33, Jn.6.15-21

45Καὶ εὐθὺς ἠνάγκασεν τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν εἰς τὸ πέραν πρὸς Βηθσαϊδάν, ἑως αὐτὸς ἀπολύει τὸν ὀχλον. 46καὶ ἀποταξάμενος αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὀρος προσεύξασθαι. 47καὶ ὀψίας γενομένης ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς. 48καὶ ἰδὼν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ὁ ἀνεμος ἐναντίος αὐτοῖς, περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἐρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ ἠθελεν παρελθεῖν αὐτούς. 49οἱ δὲ ἰδόντες αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα ἐδοξαν ὅτι φάντασμά ἐστιν, καὶ ἀνέκραξαν· 50πάντες γὰρ αὐτὸν εἶδον καὶ ἐταράχθησαν. ὁ δὲ εὐθὺς ἐλάλησεν μετ' αὐτῶν, καὶ λέγει αὐτοῖς, Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε. 51καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπασεν ὁ ἀνεμος. καὶ λίαν ἐκ περισσοῦ ἐν ἑαυτοῖς ἐξίσταντο, 52οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἀρτοις, ἀλλ' ἦν αὐτῶν ἡ καρδία πεπωρωμένη.

The Healing of the Sick in Gennesaret  Mk.6.53-56 (Lake of Gennesaret)[ Mk.6.53-56 → ] - Mt.14.34-36

53Καὶ διαπεράσαντες ἐπὶ τὴν γῆν ἦλθον εἰς Γεννησαρὲτ καὶ προσωρμίσθησαν. 54καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου εὐθὺς ἐπιγνόντες αὐτὸν 55περιέδραμον ὁλην τὴν χώραν ἐκείνην καὶ ἠρξαντο ἐπὶ τοῖς κραβάττοις τοὺς κακῶς ἐχοντας περιφέρειν ὁπου ἠκουον ὅτι ἐστίν. 56καὶ ὁπου ἂν εἰσεπορεύετο εἰς κώμας ἢ εἰς πόλεις ἢ εἰς ἀγροὺς ἐν ταῖς ἀγοραῖς ἐτίθεσαν τοὺς ἀσθενοῦντας, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτ οῦ ἀψωνται· καὶ ὁσοι ἂν ἥψαντο αὐτοῦ ἐσῴζοντο.


<< | ΜΚ:6 | >>

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.
This page displays the New Testament in Greek (UBS.Ed.26) as flowing text.
The katapi New Study Bible reference section has been incorporated into the page as follows: Links to parallel passages show below passage headings. Links to Old Testament quotations in New Testament verses show after the verse number.
Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background.
Any mismatches, truncated verses, other mistakes ? Please e-mail me. © this page layout: Paul Ingram 2012.