katapi New Study Bible - select-a-version

<< >> katapi HOME New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ | GNT: contents | by passage | with passage selection | search---> | GO TO highlighted passage ↓| in verses | select-|2|-versions | notes

ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ

The Destruction of the Temple Foretold  Mt.24.1-2 (Olivet)[ Mt.24.1-2 → ] - Mk.13.1-2, Lk.21.5-6

1Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ἀπὸ τοῦ ἱεροῦ ἐπορεύετο, καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ· 2ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Οὐ βλέπετε ταῦτα πάντὰ ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ καταλυθήσεται.

The Beginning of the Woes  Mt.24.3-14 (Olivet)[ Mt.24.3-14 → ] - Mk.13.3-13, Lk.21.7-19

3Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ Ὄρους τῶν Ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ' ἰδίαν λέγοντες, Εἰπὲ ἡμῖν πότε ταῦτα ἐσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ συντελε ίας τοῦ αἰῶνος. 4καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Βλέπετε μή τις ὑμᾶς πλανήσῃ· 5πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, Ἐγώ εἰμι ὁ Χριστός, καὶ πολλοὺς πλανήσουσιν. 6μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε, μὴ θροεῖσθε· δεῖ γὰρ γενέσθαι, ἀλλ' οὐπω ἐστὶν τὸ τέλος. 7ἐγερθήσεται γὰρ ἐθνος ἐπὶ ἐθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἐσονται λιμοὶ καὶ σεισμοὶ κατὰ τόπους· 8πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων.

9τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἐσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὀνομά μου. 10καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσιν καὶ μισήσουσιν ἀλλήλους· 11καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσιν πολλούς· 12καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. 13ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται. 14καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὁλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσιν τοῖς ἐθνεσιν, καὶ τότε ἡξει τὸ τέλος.

The Great Tribulation  Mt.24.15-28 (Olivet)[ Mt.24.15-28 → ] - Mk.13.14-23, Lk.21.20-24

15Ὅταν οὖν ἰδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου ἑστὸς ἐν τόπῳ ἁγίῳ, ὁ ἀναγινώσκων νοείτω, 16τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὀρη, 17ὁ ἐπὶ τοῦ δώματος μὴ καταβάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ, 18καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ. 19οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. 20προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος μηδὲ σαββάτῳ· 21 [ Dn.12.1, Jl.2.2. ] ἐσται γὰρ τότε θλῖψις μεγάλη οἵα οὐ γέγονεν ἀπ' ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδ' οὐ μὴ γένηται. 22καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι. 23τότε ἐάν τις ὑμῖν εἰπῃ, Ἰδοὺ ὧδε ὁ Χριστός, ἠ, Ὧδε, μὴ πιστεύσητε· 24ἐγερθήσονται γὰρ ψευδόΧριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα μεγάλα καὶ τέρατα ὡστε πλανῆσαι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς· 25Ἰδοὺ προείρηκα ὑμῖν. 26ἐὰν οὖν εἰπωσιν ὑμῖν, Ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστίν, μὴ ἐξέλθητε· Ἰδοὺ ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε· 27ὡσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἑως δυσμῶν, οὑτως ἐσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 28ὁπου ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.

The Coming of the Son of Man   Mt.24.29-31 ( Olivet )[ Mt.24.29-31 → ] - Mk.13.24-37, Lk.21.25-28

29Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων,
ὁ ἥλιος σκοτισθήσεται,
καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς,
καὶ οἱ ἀστέρες πεσοῦνται
ἀπὸ τοῦ οὐρανοῦ,
καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
30 [ Zch.12.10-14. ] καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν οὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς· 31καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος μεγάλης, καὶ ἐπισυνάξουσιν τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ' ἀκρων οὐρανῶν ἑως ἀκρων αὐτῶν.

The Lesson of the Fig Tree  Mt.24.32-35 (Olivet)[ Mt.24.32-35 → ] - Mk.13.28-31, Lk.21.29-33

32Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὁταν ἠδη ὁ κλάδος αὐτῆς γένηται ἀπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος· 33οὑτως καὶ ὑμεῖς, ὁταν ἰδητε πάντα ταῦτα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. 34ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὑτη ἑως ἂν πάντα ταῦτα γένηται. 35ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.

The Unknown Day and Hour  Mt.24.36-44 (Olivet)[ Mt.24.36-44 → ] - Mk.13.32-37, Lk.17.26-30, Lk.17.34-36

36Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὡρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἀγγελοι τῶν οὐρανῶν οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατὴρ μόνος. 37ὡσπερ γὰρ αἱ ἡμέραι τοῦ Νῶε, οὑτως ἐσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 38ὡς γὰρ ἦσαν ἐν ταῖς ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ γαμίζοντες, ἀχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, 39καὶ οὐκ ἐγνωσαν ἑως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἀπαντας, ὑτως ἐσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 40τότε δύο ἐσονται ἐν τῷ ἀγρῷ, εἷς παραλαμβάνεται καὶ εἷς ἀφίεται· 41δύο ἀλήθουσαι ἐν τῷ μύλῳ, μία παραλαμβάνεται καὶ μία ἀφίεται. 42γρηγορεῖτε οὖν, ὅτι οὐκ οἰδατε ποίᾳ ἡμέρᾳ ὁ κύριος ὑμῶν ἐρχεται. 43ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾐδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἐρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἰασεν διορυχθῆναι τὴν οἰκίαν αὐτοῦ. 44διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἑτοιμοι, ὅτι ᾗ οὐ δοκεῖτε ὡρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐρχεται.

The Faithful or the Unfaithful Servant  Mt.24.45-51 (Olivet)[ Mt.24.45-51 → ] - Lk.12.41-48

45Τίς ἀρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος ὃν κατέστησεν ὁ κύριος ἐπὶ τῆς οἰκετείας αὐτοῦ τοῦ δοῦναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ; 46μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει οὑτως ποιοῦντα· 47ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. 48ἐὰν δὲ εἰπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, Χρονίζει μου ὁ κύριος, 49καὶ ἀρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ μετὰ τῶν μεθυόντων, 50ἡξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὡρᾳ ᾗ οὐ γινώσκει, 51καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἐσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.


<< | ΜΘ:24 | >>

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.
This page displays the New Testament in Greek (UBS.Ed.26) as flowing text.
The katapi New Study Bible reference section has been incorporated into the page as follows: Links to parallel passages show below passage headings. Links to Old Testament quotations in New Testament verses show after the verse number.
Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background.
Any mismatches, truncated verses, other mistakes ? Please e-mail me. © this page layout: Paul Ingram 2012.