katapi New Study Bible - select-a-version

<< >> katapi HOME New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΚΑΤΑ ΙΩΑΝΝΗΝ | GNT: contents | by passage | with passage selection | search---> | GO TO highlighted passage ↓| in verses | select-|2|-versions | notes

ΚΑΤΑ ΙΩΑΝΝΗΝ

Jesus Sentenced to Die  Jn.19.1-16 Passover, c.30ce[ Jn.19.1-16 → ] - Mt.27.15-26, Mk.15.6-15, Lk.23.13-25

1Τότε οὖν ἐλαβεν ὁ Πιλᾶτος τὸν Ἰησοῦν καὶ ἐμαστίγωσεν. 2καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν, 3καὶ ἠρχοντο πρὸς αὐτὸν καὶ ἐλεγον, Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶ ἐδίδοσαν αὐτῷ ῥαπίσματα. 4Καὶ ἐξῆλθεν πάλιν ἐξω ὁ Πιλᾶτος καὶ λέγει αὐτοῖς, Ἴδε ἀγω ὑμῖν αὐτὸν ἐξω, ἵνα γνῶτε ὅτι οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ. 5ἐξῆλθεν οὖν ὁ Ἰησοῦς ἐξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον. καὶ λέγει αὐτοῖς, Ἰδοὺ ὁ ἄνθρωπος. 6ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται ἐκραύγασαν λέγοντες, Σταύρωσον σταύρωσον. λέγει αὐτοῖς ὁ Πιλᾶτος, Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε, ἐγὼ γὰρ οὐχ εὑρι σκω ἐν αὐτῷ αἰτίαν. 7ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι, Ἡμεῖς νόμον ἐχομεν, καὶ κατὰ τὸν νόμον ὀφείλει ἀποθανεῖν, ὅτι υἱὸν θεοῦ ἑαυτὸν ἐποίησεν. 8Ὅτε οὖν ἠκουσεν ὁ Πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη, 9καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ Ἰησοῦ, Πόθεν εἶ σύ; ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἐδωκεν αὐτῷ. 10λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος, Ἐμοὶ οὐ λαλεῖς; οὐκ οἶδας ὅτι ἐξουσίαν ἐχω ἀπολῦσαί σε καὶ ἐξουσίαν ἐχω σταυρῶσαί σὲ; 11ἀπεκρίθη αὐτῷ Ἰησοῦς, Οὐκ εἶχες ἐξουσίαν κατ' ἐμοῦ οὐδεμίαν εἰ μὴ ἦν δεδομένον σοι ἀνωθεν· διὰ τοῦτο ὁ παραδούς μέ σοι μείζονα ἀμαρτίαν ἐχει.

12ἐκ τούτου ὁ Πιλᾶτος ἐζήτει ἀπολῦσαι αὐτόν· οἱ δὲ Ἰουδαῖοι ἐκραύγασαν λέγοντες, Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῷ Καίσαρι. 13Ὁ οὖν Πιλᾶτος ἀκούσας τῶν λόγων τούτων ἠγαγεν ἐξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ βήματος εἰς τόπον λεγόμενον λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαββαθα. 14ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὡρα ἦν ὡς ἑκτη. καὶ λέγει τοῖς Ἰουδαίοις, ἰδε ὁ βασιλεὺς ὑμῶν. 15ἐκραύγασαν οὖν ἐκεῖνοι, Ἆρον ἆρον, σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ Πιλᾶτος, Τὸν βασιλέα ὑμῶν σταυρώσὼ ἀπεκρίθησαν οἱ ἀρχιερεῖς, Οὐκ ἐχομεν βασιλέα εἰ μὴ Καίσαρα. 16τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ.

Παρέλαβον οὖν τὸν Ἰησοῦν·

The Crucifixion of Jesus  Jn.19.17-27[ Jn.19.17-27 → ] - Mt.27.32-44, Mk.15.21-32, Lk.23.26-43

17καὶ βαστάζων αὑτῷ τὸν σταυρὸν ἐξῆλθεν εἰς τὸν λεγόμενον Κρανίου Τόπον, ὃ λέγεται ἑβραϊστὶ Γολγοθα, 18ὁπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ' αὐτοῦ ἀλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν. 19ἐγραψεν δὲ καὶ τίτλον ὁ Πιλᾶτος καὶ ἐθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον,

IHΣOΥΣ O NΑZΩΡΑIOΣ O ΒΑΣIΛΕΥΣ TΩN IOΥΔΑIΩN. 20τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως ὁπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί, Ῥωμαϊστί, Ἑλληνιστί. 21ἐλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων, Μὴ γράφε, Ὁ βασιλεὺς τῶν Ἰουδαίων, ἀλλ' ὅτι ἐκεῖνος εἶπεν, Βασιλεύς εἰμι τῶν Ἰουδαίων. 22ἀπεκρίθη ὁ Πιλᾶτος, Ὃ γέγραφα, γέγραφα.

23Οἱ οὖν στρατιῶται ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν ἐλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. ἦν δὲ ὁ χιτὼν ἀραφος, ἐκ τῶν ἀνωθεν ὑφαντὸς δῖ ὁλου. 24εἶπαν οὖν πρὸς ἀλλήλους, Μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἐσται· ἵνα ἡ γραφὴ πληρωθῇ ἡ λέγουσα,

Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς
καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.
Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν.

25εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. 26Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρί, Γύναι, ἰδε ὁ υἱός σου. 27εἶτα λέγει τῷ μαθητῇ, Ἴδε ἡ μήτηρ σου. καὶ ἀπ' ἐκείνης τῆς ὡρας ἐλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἰδια.

The Death of Jesus  Jn.19.28-30 (Golgotha)[ Jn.19.28-30 → ] - Mt.27.45-56, Mk.15.33-41, Lk.23.44-49

28Μετὰ τοῦτο εἰδὼς ὁ Ἰησοῦς ὅτι ἠδη πάντα τετέλεσται, ἵνα τελειωθῇ ἡ γραφή, λέγει, Διψῶ. 29σκεῦος ἐκειτο ὀξους μεστόν· σπόγγον οὖν μεστὸν τοῦ ὄξους ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι. 30ὅτε οὖν ἐλαβεν τὸ ὀξος Ἰησοῦς εἶπεν, Τετέλεσται· καὶ κλίνας τὴν κεφαλὴν παρέδωκεν τὸ πνεῦμα.

The Piercing of Jesus' Side  Jn.19.31-37 (Golgotha)

31Οἱ οὖν Ἰουδαῖοι, ἐπεὶ παρασκευὴ ἦν, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ, ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου, ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη καὶ ἀρθῶσιν. 32ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἀλλου τοῦ συσταυρωθέντος αὐτῷ· 33ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον ἠδη αὐτὸν τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη, 34ἀλλ' εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἐνυξεν, καὶ ἐξῆλθεν εὐθὺς αἷμα καὶ ὑδωρ. 35καὶ ὁ ἑωρακὼς μεμαρΤύρηκεν, καὶ ἀληθινὴ αὐτοῦ ἐστιν ἡ μαρτυρία, καὶ ἐκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα καὶ ὑμεῖς πιστεύςητε. 36 [ Ps.34.20, Ex.12.46, Nu.9.12. ] ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ, Ὀστοῦν οὐ συντριβήσεται αὐτοῦ. 37 [ Zch.12.10. ] καὶ πάλιν ἑτέρα γραφὴ λέγει Ὄψονται εἰς ὃν ἐξεκέντησαν.

The Burial of Jesus  Jn.19.38-42 (the garden)[ Jn.19.38-42 → ] - Mt.27.57-61, Mk.15.42-47, Lk.23.50-56

38Μετὰ δὲ ταῦτα ἠρώτησεν τὸν Πιλᾶτον Ἰωσὴφ ὁ ἀπὸ Ἁριμαθαίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἀρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρε ψεν ὁ Πιλᾶτος. ἦλθεν οὖν καὶ ἦρεν τὸ σῶμα αὐτοῦ. 39ἦλθεν δὲ καὶ Νικόδημος, ὁ ἐλθὼν πρὸς αὐτὸν νυκτὸς τὸ πρῶτον, φέρων μίγμα Σμύρνης καὶ ἀλόης ὡς λίτρας ἑκατόν. 40ἐλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ καὶ ἐδησαν αὐτὸ ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἐθος ἐστὶν τοῖς Ἰουδαίοις ἐνταφιάζειν. 41ἦν δὲ ἐν τῷ τόπῳ ὁπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινὸν ἐν ᾧ οὐδέπω οὐδεὶς ἦν τεθειμένος· 42ἐκεῖ οὖν διὰ τὴν παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἐθηκαν τὸν Ἰησοῦν.


<< | ΙΝ:19 | >>

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.
This page displays the New Testament in Greek (UBS.Ed.26) as flowing text.
The katapi New Study Bible reference section has been incorporated into the page as follows: Links to parallel passages show below passage headings. Links to Old Testament quotations in New Testament verses show after the verse number.
Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background.
Any mismatches, truncated verses, other mistakes ? Please e-mail me. © this page layout: Paul Ingram 2012.