katapi New Study Bible - select-a-version

<< >> katapi HOME New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΚΑΤΑ ΛΟΥΚΑΝ | GNT: contents | by passage | with passage selection | search---> | GO TO highlighted passage ↓| in verses | select-|2|-versions | notes

ΚΑΤΑ ΛΟΥΚΑΝ

The Plot to Kill Jesus  Lk.22.1-2 (Jerusalem)[ Lk.22.1-2 → ] - Mt.26.1-5, Mk.14.1-2, Jn.11.45-53

1Ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη πάσχα. 2καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν, ἐφοβοῦντο γὰρ τὸν λαόν.

3Εἰσῆλθεν δὲ Σατανᾶς εἰς Ἰούδαν τὸν καλούμενον Ἰσκαριώτην, ὀντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα· 4καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς τὸ πῶς αὐτοῖς παραδῷ αὐτόν. 5καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι. 6καὶ ἐξωμολόγησεν, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν ἀτερ ὀχλου αὐτοῖς.

The Preparation of the Passover  Lk.22.7-13 (Jerusalem)[ Lk.22.7-13 → ] - Mt.26.17-25, Mk.14.12-21, Lk.22.21-23, Jn.13.21-30

7Ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ἐν ᾗ ἐδει θύεσθαι τὸ πάσχα. 8καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην εἰπών, Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν. 9οἱ δὲ εἶπαν αὐτῷ, Ποῦ θέλεις ἑτοιμάσωμεν; 10ὁ δὲ εἶπεν αὐτοῖς, Ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὑδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν εἰς ἣν εἰσπορεύεται. 11καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας, Λέγει σοι ὁ διδάσκαλος, Ποῦ ἐστιν τὸ κατάλυμα ὁπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγὼ; 12κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε. 13ἀπελθόντες δὲ εὗρον καθὼς εἰρήκει αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.

The Institution of the Lord's Supper  Lk.22.14-23 (Jerusalem)[ Lk.22.14-23 → ] - Mt.26.26-30, Mk.14.22-25, 1Cor.11.23-26

14Καὶ ὅτε ἐγένετο ἡ ὡρα, ἀνέπεσεν καὶ οἱ ἀπόστολοι σὺν αὐτῷ. 15καὶ εἶπεν πρὸς αὐτούς, Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ' ὑμῶν πρὸ τοῦ με παθεῖν· 16λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ φάγω αὐτὸ ἑως ὁτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. 17καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν, Λάβετε τοῦτο καὶ διαμερίσατε εἰς ἑαυτούς· 18λέγω γὰρ ὑμῖν ὁτι οὐ μὴ πίω ἀπὸ τοῦ νῦν ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἑως οὗ ἡ βασιλεία τοῦ θεοῦ ἐλθῃ. 19καὶ λαβὼν ἀρτον εὐχαριστήσας ἐκλασεν καὶ ἐδωκεν αὐτοῖς λέγων, Τοῦτό ἐστιν τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. 20καὶ τὸ ποτήριον ὡσαύτως μετὰ τὸ δειπνῆσαι, λέγων, Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἱματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον. 21πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ' ἐμοῦ ἐπὶ τῆς τραπέζης· 22ὁτι ὁ υἱὸς μὲν τοῦ ἀνθρώπου κατὰ τὸ ὡρισμένον πορεύεται, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δῖ οὗ παραδίδοται. 23καὶ αὐτοὶ ἠρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἀρα εἰη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν.

The Dispute about Greatness  Lk.22.24-30 (Jerusalem)

24Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων. 25ὁ δὲ εἶπεν αὐτοῖς, Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται. 26ὑμεῖς δὲ οὐχ οὑτως, ἀλλ' ὁ μείζων ἐν ὑμῖν γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν. 27τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος; ἐγὼ δὲ ἐν μέσῳ ὑμῶν εἰμι ὡς ὁ διακονῶν.

28ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ' ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· 29κἀγὼ διατίθεμαι ὑμῖν καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν 30ἵνα ἐσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου, καὶ καθήσεσθε ἐπὶ θρόνων τὰς δώδεκα φυλὰς κρίνοντες τοῦ Ἰσραήλ.

Peter's Denial Foretold  Lk.22.31-34[ Lk.22.31-34 → ] - Mt.26.31-35, Mk.14.27-31, Jn.13.36-38

31Σίμων Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον· 32ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας στήρισον τοὺς ἀδελφούς σου. 33ὁ δὲ εἶπεν αὐτῷ, Κύριε, μετὰ σοῦ ἑτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι. 34ὁ δὲ εἶπεν, Λέγω σοι, Πέτρε, οὐ φωνήσει σήμερον ἀλέκτωρ ἑως τρίς με ἀπαρνήσῃ εἰδέναι.

Purse, Bag, and Sword  Lk.22.35-38 (Jerusalem)

35Καὶ εἶπεν αὐτοῖς, Ὅτε ἀπέστειλα ὑμᾶς ἀτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατὲ οἱ δὲ εἶπαν, Οὐθενός. 36εἶπεν δὲ αὐτοῖς, Ἀλλὰ νῦν ὁ ἐχων βαλλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἐχων πωλησάτω τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγορασάτω μάχαιραν. 37λέγω γὰρ ὑμῖν ὅτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τὸ Καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ τὸ περὶ ἐμοῦ τέλος ἐχει. 38οἱ δὲ εἶπαν, Κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο. ὁ δὲ εἶπεν αὐτοῖς, Ἱκανόν ἐστιν.

The Prayer on the Mount of Olives  Lk.22.39-46 (Gethsemane)[ Lk.22.39-46 → ] - Mt.26.36-46, Mk.14.32-42

39καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἐθος εἰς τὸ ὀρος τῶν Ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταί. 40γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς, Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. 41καὶ αὐτὸς ἀπεσπάσθη ἀπ' αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο 42λέγων, Πάτερ, εἰ βούλει παρένεγκε τοῦτο τὸ ποτήριον ἀπ' ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸν γινέσθω. 43ὠφθη δὲ αὐτῷ ἀγγελος ἀπ' οὐρανοῦ ἐνισχύων αὐτόν. 44καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο· καὶ ἐγένετο ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἱματος καταβαίνοντες ἐπὶ τὴν γῆν. 45καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν κοιμωμένους αὐτοὺς ἀπὸ τῆς λύπης, 46καὶ εἶπεν αὐτοῖς, Τί καθεύδετὲ ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.

The Betrayal and Arrest of Jesus  Lk.22.47-53 (Gethsemane)[ Lk.22.47-53 → ] - Mt.26.47-56, Mk.14.43-50, Jn.18.3-12

47Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὀχλος, καὶ ὁ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς, καὶ ἠγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν. 48Ἰησοῦς δὲ εἶπεν αὐτῷ, Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως; 49ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπαν, Κύριε, εἰ πατάξομεν ἐν μαχαίρῃ; 50καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τοῦ ἀρχιερέως τὸν δοῦλον καὶ ἀφεῖλεν τὸ οὖς αὐτοῦ τὸ δεξιόν. 51ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Ἐᾶτε ἑως τούτου· καὶ ἀψάμενος τοῦ ὠτίου ἰάσατο αὐτόν. 52εἶπεν δὲ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ' αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους, Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων; 53καθ' ἡμέραν ὀντος μου μεθ' ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ' ἐμέ· ἀλλ' αὑτη ἐστὶν ὑμῶν ἡ ὡρα καὶ ἡ ἐξουσία τοῦ σκότους.

Peter's Denial of Jesus  Lk.22.54-62 (Jerusalem)[ Lk.22.54-62 → ] - Mt.26.57-75, Mk.14.53-72, Jn.18.12-18, Jn.18.25-27

54Συλλαβόντες δὲ αὐτὸν ἠγαγον καὶ εἰσήγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως· ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν. 55περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ συγκαθισάντων ἐκάθητο ὁ Πέτρος μέσος αὐτῶν. 56ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν, Καὶ οὗτος σὺν αὐτῷ ἦν· 57ὁ δὲ ἠρνήσατο λέγων, Οὐκ οἶδα αὐτόν, γύναι. 58καὶ μετὰ βραχὺ ἑτερος ἰδὼν αὐτὸν ἐφη, Καὶ σὺ ἐξ αὐτῶν εἶ· ὁ δὲ Πέτρος ἐφη, Ἄνθρωπε, οὐκ εἰμί. 59καὶ διαστάσης ὡσεὶ ὡρας μιᾶς ἀλλος τις διϊσχυρίζετο λέγων, Ἐπ' ἀληθείας καὶ οὗτος μετ' αὐτοῦ ἦν, καὶ γὰρ Γαλιλαῖός ἐστιν· 60εἶπεν δὲ ὁ Πέτρος, Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα ἐτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ. 61καὶ στραφεὶς ὁ κύριος ἐνέβλεψεν τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ ῥήματος τοῦ κυρίου ὡς εἶπεν αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι σήμερον ἀπαρνήσῃ με τρίς· 62καὶ ἐξελθὼν ἐξω ἐκλαυσεν πικρῶς.

Jesus Mocked and Beaten  Lk.22.63-65 (Jerusalem)[ Lk.22.63-65 → ] - Mt.26.67-68, Mk.14.65

63Καὶ οἱ ἀνδρες οἱ συνέχοντες αὐτὸν ἐνέπαιζον αὐτῷ δέροντες, 64καὶ περικαλύψαντες αὐτὸν ἐπηρώτων λέγοντες, Προφήτευσον, τίς ἐστιν ὁ παίσας σὲ; 65καὶ ἑτερα πολλὰ βλασφημοῦντες ἐλεγον εἰς αὐτόν.

Jesus before the Council  Lk.22.66-71[ Lk.22.66-71 → ] - Mt.26.59-66, Mk.14.55-64, Jn.18.19-24

66Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς τε καὶ γραμματεῖς, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν, 67λέγοντες, Εἰ σὺ εἶ ὁ Χριστός, εἰπὸν ἡμῖν. εἶπεν δὲ αὐτοῖς, Ἐὰν ὑμῖν εἰπω οὐ μὴ πιστεύσητε· 68ἐὰν δὲ ἐρωτήσω οὐ μὴ ἀποκριθῆτε. 69 [ Dn.7.13, Ps.110.1. ] ἀπὸ τοῦ νῦν δὲ ἐσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ. 70εἶπαν δὲ πάντες, Σὺ οὖν εἶ ὁ υἱὸς τοῦ θεοῦ; ὁ δὲ πρὸς αὐτοὺς ἐφη, Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι. 71οἱ δὲ εἶπαν, Τί ἐτι ἐχομεν μαρτυρίας χρείαν; αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.


<< | ΛΚ:22 | >>

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.
This page displays the New Testament in Greek (UBS.Ed.26) as flowing text.
The katapi New Study Bible reference section has been incorporated into the page as follows: Links to parallel passages show below passage headings. Links to Old Testament quotations in New Testament verses show after the verse number.
Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background.
Any mismatches, truncated verses, other mistakes ? Please e-mail me. © this page layout: Paul Ingram 2012.