katapi New Study Bible - select-a-version

<< >> katapi HOME New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΚΑΤΑ ΜΑΡΚΟΝ | GNT: contents | by passage | with passage selection | search--->| in verses | select-|2|-versions | notes

ΚΑΤΑ ΜΑΡΚΟΝ

The Parable of the Sower  Mk.4.1-9 (Plain of Gennesaret)[ Mk.4.1-9 → ] - Mt.13.1-9, Lk.8.4-8

1Καὶ πάλιν ἠρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. καὶ συνάγεται πρὸς αὐτὸν ὀχλος πλεῖστος, ὡστε αὐτὸν εἰς πλοῖον ἐμβάντα καθῆσθαι ἐν τῇ θαλάσσῃ, καὶ πᾶς ὁ ὀχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦσαν. 2καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἐλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ, 3Ἀκούετε. ἰδοὺ ἐξῆλθεν ὁ σπείρων σπεῖραι. 4καὶ ἐγένετο ἐν τῷ σπείρειν ὃ μὲν ἐπεσεν παρὰ τὴν ὁδόν, καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτό. 5καὶ ἀλλο ἐπεσεν ἐπὶ τὸ πετρῶδες ὁπου οὐκ εἶχεν γῆν πολλήν, καὶ εὐθὺς ἐξανέτειλεν διὰ τὸ μὴ ἐχειν βάθος γῆς· 6καὶ ὅτε ἀνέτειλεν ὁ ἡλιος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἐχειν ῥίζαν ἐξηράνθη. 7καὶ ἀλλο ἐπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἀκανθαι καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἐδωκεν. 8καὶ ἀλλα ἐπεσεν εἰς τὴν γῆν τὴν καλήν, καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ αὐξανόμενα, καὶ ἐφερεν ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν. 9καὶ ἐλεγεν, Ὃς ἐχει ὦτα ἀκούειν ἀκουέτω.

The Purpose of the Parables  Mk.4.10-12 (Plain of Gennesaret)[ Mk.4.10-12 → ] - Mt.13.10-17, Lk.8.9-10

10Καὶ ὅτε ἐγένετο κατὰ μόνας, ἠρώτων αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα τὰς παραβολάς. 11καὶ ἐλεγεν αὐτοῖς, Ὑμῖν τὸ μυστήριον δέδοται τῆς βασιλείας τοῦ θεοῦ· ἐκείνοις δὲ τοῖς ἐξω ἐν παραβολαῖς τὰ πάντα γίνεται, 12 [ Is.6.9-10. ] ἵνα

βλέποντες βλέπωσιν καὶ μὴ ἴδωσιν,
καὶ ἀκούοντες ἀκούωσιν καὶ μὴ συνιῶσιν,
μήποτε ἐπιστρέψωσιν καὶ ἀφεθῇ αὐτοῖς.

The Parable of the Sower Explained  Mk.4.13-20[ Mk.4.13-20 → ] - Mt.13.18-23, Lk.8.11-13

13Καὶ λέγει αὐτοῖς, Οὐκ οἰδατε τὴν παραβολὴν ταύτην, καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθὲ; 14ὁ σπείρων τὸν λόγον σπείρει. 15οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν ὁπου σπείρεται ὁ λόγος, καὶ ὁταν ἀκούσωσιν εὐθὺς ἐρχεται ὁ Σατανᾶς καὶ αἰρει τὸν λόγον τὸν ἐσπαρμένον εἰς αὐτούς. 16καὶ οὗτοί εἰσιν οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἳ ὁταν ἀκούσωσιν τὸν λόγον εὐθὺς μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν, 17καὶ οὐκ ἐχουσιν ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν· εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζονται. 18καὶ ἀλλοι εἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι· οὗτοί εἰσιν οἱ τὸν λόγον ἀκούσαντες, 19καὶ αἱ μέριμναι τοῦ αἰῶνος καὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον, καὶ ἀκαρπος γίνεται. 20καὶ ἐκεῖνοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἱτινες ἀκούουσιν τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν.

A Light under a Bushel  Mk.4.21-25 (Plain of Gennesaret)[ Mk.4.21-25 → ] - Lk.8.16-18

21Καὶ ἐλεγεν αὐτοῖς, Μήτι ἐρχεται ὁ λύχνος ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην; οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν τεθῇ; 22οὐ γάρ ἐστιν κρυπτὸν ἐὰν μὴ ἵνα φανερωθῇ, οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλ' ἵνα ἐλθῃ εἰς φανερόν. 23εἰ τις ἐχει ὦτα ἀκούειν ἀκουέτω. 24Καὶ ἐλεγεν αὐτοῖς, Βλέπετε τί ἀκούετε. ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν καὶ προστεθήσεται ὑμῖν. 25ὃς γὰρ ἐχει, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἐχει, καὶ ὃ ἐχει ἀρθήσεται ἀπ' αὐτοῦ.

The Parable of the Growing Seed  Mk.4.26-29

26Καὶ ἐλεγεν, Οὑτως ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ ὡς ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς 27καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος βλαστᾷ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός. 28αὐτομάτη ἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον, εἶτα στάχυν, εἶτα πλήρη σῖτον ἐν τῷ στάχυϊ. 29ὁταν δὲ παραδοῖ ὁ καρπός, εὐθὺς ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός.

The Parable of the Mustard Seed  Mk.4.30-32[ Mk.4.30-32 → ] - Mt.13.31-33, Lk.13.18-21

30Καὶ ἐλεγεν, Πῶς ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ θεοῦ, ἢ ἐν τίνι αὐτὴν παραβολῇ θῶμεν; 31ὡς κόκκῳ σινάπεως, ὃς ὁταν σπαρῇ ἐπὶ τῆς γῆς, μικρότερον ὂν πάντων τῶν σπερμάτων τῶν ἐπὶ τῆς γῆς, 32καὶ ὁταν σπαρῇ, ἀναβαίνει καὶ γίνεται μεῖζον πάντων τῶν λαχάνων καὶ ποιεῖ κλάδους μεγάλους, ὡστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν.

The Use of the Parables  Mk.4.33-34 (Plain of Gennesaret)[ Mk.4.33-34 → ] - Mt.13.34-35

33Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἠδύναντο ἀκούειν· 34χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς, κατ' ἰδίαν δὲ τοῖς ἰδίοις μαθηταῖς ἐπέλυεν πάντα.

The Calming of a Storm  Mk.4.35-41 (Sea of Gennesaret)[ Mk.4.35-41 → ] - Mt.8.23-27, Lk.8.22-25

35Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης, Διέλθωμεν εἰς τὸ πέραν. 36καὶ ἀφέντες τὸν ὀχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ, καὶ ἀλλα πλοῖα ἦν μετ' αὐτοῦ. 37καὶ γίνεται λαῖλαψ μεγάλη ἀνέμου, καὶ τὰ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὡστε ἠδη γεμίζεσθαι τὸ πλοῖον. 38καὶ αὐτὸς ἦν ἐν τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ ἐγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ, Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθὰ; 39καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ, σιώπα, πεφίμωσο. καὶ ἐκόπασεν ὁ ἀνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη. 40καὶ εἶπεν αὐτοῖς, Τί δειλοί ἐστὲ οὐπω ἐχετε πίστιν; 41καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἐλεγον πρὸς ἀλλήλους, τίς ἀρα οὗτός ἐστιν ὅτι καὶ ὁ ἀνεμος καὶ ἡ θάλασσα ὑπακούει αὐτῷ;


<< | ΜΚ:4 | >>

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.
This page displays the New Testament in Greek (UBS.Ed.26) as flowing text.
The katapi New Study Bible reference section has been incorporated into the page as follows: Links to parallel passages show below passage headings. Links to Old Testament quotations in New Testament verses show after the verse number.
Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background.
Any mismatches, truncated verses, other mistakes ? Please e-mail me. © this page layout: Paul Ingram 2012.