katapi New Study Bible - select-a-version

<< >> katapi HOME New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΚΑΤΑ ΜΑΡΚΟΝ | GNT: contents | by passage | with passage selection | search--->| in verses | select-|2|-versions | notes

ΚΑΤΑ ΜΑΡΚΟΝ

The Healing of a Paralytic  Mk.2.1-12 (Capernaum)[ Mk.2.1-12 → ] - Mt.9.1-8, Lk.5.17-26

1Καὶ εἰσελθὼν πάλιν εἰς Καφαρναοὺμ δῖ ἡμερῶν ἠκούσθη ὅτι ἐν οἰκῳ ἐστίν. 2καὶ συνήχθησαν πολλοὶ ὡστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν, καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. 3καὶ ἐρχονται φέροντες πρὸς αὐτὸν παραλυτικὸν αἰρόμενον ὑπὸ τεσσάρων. 4καὶ μὴ δυνάμενοι προσενέγκαι αὐτῷ διὰ τὸν ὀχλον ἀπεστέγασαν τὴν στέγην ὁπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον ὁπου ὁ παραλυτικὸς κατέκειτο. 5καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ, Τέκνον, ἀφίενταί σου αἱ ἀμαρτίαι. 6ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν, 7Τί οὗτος οὑτως λαλεῖ; βλασφημεῖ· τίς δύναται ἀφιέναι ἀμαρτίας εἰ μὴ εἷς ὁ θεός; 8καὶ εὐθὺς ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὑτως διαλογίζονται ἐν ἑαυτοῖς λέγει αὐτοῖς, Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; 9τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, Ἀφίενταί σου αἱ ἀμαρτίαι, ἢ εἰπεῖν, Ἐγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ περιπάτεὶ; 10ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἐχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἀμαρτίας ἐπὶ τῆς γῆς - λέγει τῷ παραλυτικῷ, 11Σοὶ λέγω, ἐγειρε ἆρον τὸν κράβαττόν σου καὶ ὑπαγε εἰς τὸν οἶκόν σου. 12καὶ ἠγέρθη καὶ εὐθὺς ἀρας τὸν κράβαττον ἐξῆλθεν ἐμπροσθεν πάντων, ὡστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν θεὸν λέγοντας ὅτι Οὕτως οὐδέποτε εἰδομεν.

The Calling of Levi  Mk.2.13-17 (Capernaum)[ Mk.2.13-17 → ] - Mt.9.9-13, Lk.5.27-32

13Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὀχλος ἠρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς. 14καὶ παράγων εἶδεν Λευὶν τὸν τοῦ Ἀλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ, Ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.

15Καὶ γίνεται κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἀμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοὶ καὶ ἠκολούθουν αὐτῷ . 16καὶ οἱ γραμματεῖς τῶν Φαρισαίων ἰδόντες ὅτι ἐσθίει μετὰ τῶν ἀμαρτωλῶν καὶ τελωνῶν ἐλεγον τοῖς μαθηταῖς αὐτοῦ, Ὅτι μετὰ τῶν τελωνῶν καὶ ἀμαρτωλῶν ἐσθίεὶ; 17καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς ὁτι Οὐ χρείαν ἐχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ' οἱ κακῶς ἐχοντες· οὐκ ἦλθον καλέσαι δικαίους ἀλλὰ ἀμαρτωλούς.

The Question about Fasting  Mk.2.18-22 (Capernaum)[ Mk.2.18-22 → ] - Mt.9.14-17, Lk.5.33-39

18Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ Φαρισαῖοι νηστεύοντες. καὶ ἐρχονται καὶ λέγουσιν αὐτῷ, διὰ τί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ μαθηταὶ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν; 19καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ' αὐτῶν ἐστιν νηστεύειν; ὁσον χρόνον ἐχουσιν τὸν νυμφίον μετ' αὐτῶν οὐ δύνανται νηστεύειν· 20ἐλεύσονται δὲ ἡμέραι ὁταν ἀπαρθῇ ἀπ' αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. 21οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιράπτει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μή, αἰρει τὸ πλήρωμα ἀπ' αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται. 22καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς - εἰ δὲ μή, ῥήξει ὁ οἶνος τοὺς ἀσκούς, καὶ ὁ οἶνος ἀπόλλυται καὶ οἱ ἀσκοί - ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινούς.

Plucking Grain on the Sabbath  Mk.2.23-28 (Galilee)[ Mk.2.23-28 → ] - Mt.12.1-8, Lk.6.1-5

23Καὶ ἐγένετο αὐτὸν ἐν τοῖς σάββασιν παραπορεύεσθαι διὰ τῶν σπορίμων, καὶ οἱ μαθηταὶ αὐτοῦ ἠρξαντο ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας. 24καὶ οἱ Φαρισαῖοι ἐλεγον αὐτῷ, Ἰδε τί ποιοῦσιν τοῖς σάββασιν ὃ οὐκ ἐξεστιν; 25καὶ λέγει αὐτοῖς, Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυίδ, ὅτε χρείαν ἐσχεν καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ' αὐτοῦ; 26πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ Ἀβιαθὰρ ἀρχιερέως καὶ τοὺς ἀρτους τῆς προθέσεως ἐφαγεν, οὓς οὐκ ἐξεστιν φαγεῖν εἰ μὴ τοὺς ἱερεῖς, καὶ ἐδωκεν καὶ τοῖς σὺν α ὐτῷ οὖσιν; 27καὶ ἐλεγεν αὐτοῖς, Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο καὶ οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον· 28ὡστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.


<< | ΜΚ:2 | >>

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.
This page displays the New Testament in Greek (UBS.Ed.26) as flowing text.
The katapi New Study Bible reference section has been incorporated into the page as follows: Links to parallel passages show below passage headings. Links to Old Testament quotations in New Testament verses show after the verse number.
Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background.
Any mismatches, truncated verses, other mistakes ? Please e-mail me. © this page layout: Paul Ingram 2012.