katapi New Study Bible - select-a-version

<< >> katapi HOME New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ | GNT: contents | by passage | with passage selection | search---> | GO TO highlighted passage ↓| in verses | select-|2|-versions | notes

ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ

The Healing of a Paralytic  Mt.9.1-8[ Mt.9.1-8 → ] - Mk.2.1-12, Lk.5.17-26

1Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.

2καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον. καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπεν τῷ παραλυτικῷ, θάρσει, τέκνον· ἀφίενταί σου αἱ ἀμαρτίαι. 3καὶ ἰδού τινες τῶν γραμματέων εἶπαν ἐν ἑαυτοῖς, Οὗτος βλασφημεῖ. 4καὶ ἰδὼν ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν, Ἱνατί ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; 5τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν, Ἀφίενταί σου αἱ ἀμαρτίαι, ἢ εἰπεῖν, Ἔγειρε καὶ περιπάτεὶ; 6ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἐχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἀμαρτίας - τότε λέγει τῷ παραλυτικῷ, Ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὑπαγε εἰς τὸν οἶ κόν σου. 7καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. 8ἰδόντες δὲ οἱ ὀχλοι ἐφοβήθησαν καὶ ἐδόξασαν τὸν θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.

The Calling of Matthew  Mt.9.9-13 (Capernaum)[ Mt.9.9-13 → ] - Mk.2.13-17, Lk.5.27-32

9Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Μαθθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ, Ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.

10Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἀμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. 11καὶ ἰδόντες οἱ Φαρισαῖοι ἐλεγον τοῖς μαθηταῖς αὐτοῦ, Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἀμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; 12ὁ δὲ ἀκούσας εἶπεν, οὐ χρείαν ἐχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ' οἱ κακῶς ἐχοντες. 13 [ Hs.6.6. ] πορευθέντες δὲ μάθετε τί ἐστιν, Ἔλεος θέλω καὶ οὐ θυσίαν· οὐ γὰρ ἦλθον καλέσαι δικαίους ἀλλὰ ἀμαρτωλούς.

The Question about Fasting  Mt.9.14-17 (Capernaum)[ Mt.9.14-17 → ] - Mk.2.18-22, Lk.5.33-39

14Τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ Ἰωάννου λέγοντες, Διὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν πολλά, οἱ δὲ μαθηταί σου οὐ νηστεύουσιν; 15καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν ἐφ' ὁσον μετ' αὐτῶν ἐστιν ὁ νυμφίος; ἐλεύσονται δὲ ἡμέραι ὁταν ἀπαρθῇ ἀπ' αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν. 16οὐδεὶς δὲ ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ· αἰρει γὰρ τὸ πλήρωμα αὐτοῦ ἀπὸ τοῦ ἱματίου, καὶ χεῖρον σχίσμα γίνεται. 17οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή γε, ῥήγνυνται οἱ ἀσκοί, καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπόλλυνται· ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς κ αινούς, καὶ ἀμφότεροι συντηροῦνται.

The Ruler's Daughter and the Woman who Touched Jesus' Garment  Mt.9.18-26 (Capernaum)[ Mt.9.18-26 → ] - Mk.5.21-43, Lk.8.40-56

18Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς ἰδοὺ ἀρχων εἷς ἐλθὼν προσεκύνει αὐτῷ λέγων ὅτι Ἡ θυγάτηρ μου ἀρτι ἐτελεύτησεν· ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ' αὐτήν, καὶ ζήσεται . 19καὶ ἐγερθεὶς ὁ Ἰησοῦς ἠκολούθησεν αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ. 20Καὶ ἰδοὺ γυνὴ αἱμορροοῦσα δώδεκα ἐτη προσελθοῦσα ὀπισθεν ἡψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· 21ἐλεγεν γὰρ ἐν ἑαυτῇ, Ἐὰν μόνον ἀψωμαι τοῦ ἱματίου αὐτοῦ σωθήσομαι. 22ὁ δὲ Ἰησοῦς στραφεὶς καὶ ἰδὼν αὐτὴν εἶπεν, Θάρσει, θύγατερ· ἡ πίστις σου σέσωκέν σε. καὶ ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς ὡρας ἐκείνης. 23Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ ἀρχοντος καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὀχλον θορυβούμενον 24ἐλεγεν, Ἀναχωρεῖτε, οὐ γὰρ ἀπέθανεν τὸ κοράσιον ἀλλὰ καθεύδει. καὶ κατεγέλων αὐτοῦ. 25ὅτε δὲ ἐξεβλήθη ὁ ὀχλος, εἰσελθὼν ἐκράτησεν τῆς χειρὸς αὐτῆς, καὶ ἠγέρθη τὸ κοράσιον. 26καὶ ἐξῆλθεν ἡ φήμη αὑτη εἰς ὁλην τὴν γῆν ἐκείνην.

The Healing of Two Blind Men  Mt.9.27-31 (Capernaum)

27Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες, Ἐλέησον ἡμᾶς, υἱὸς Δαυίδ. 28ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς, Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαὶ λέγουσιν αὐτῷ, Ναί, κύριε. 29τότε ἡψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων, Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. 30καὶ ἠνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί. καὶ ἐνεβριμήθη αὐτοῖς ὁ Ἰησοῦς λέγων, Ὁρᾶτε μηδεὶς γινωσκέτω. 31οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὁλῃ τῇ γῇ ἐκείνῃ.

The Healing of a Dumb Man  Mt.9.32-34 (Capernaum)

32Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον· 33καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός· καὶ ἐθαύμασαν οἱ ὀχλοι λέγοντες, Οὐδέποτε ἐφάνη οὑτως ἐν τῷ Ἰσραήλ. 34οἱ δὲ Φαρισαῖοι ἐλεγον, ἐν τῷ ἀρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.

The Compassion of Jesus  Mt.9.35-37 (Capernaum)

35Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. 36Ἰδὼν δὲ τοὺς ὀχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν ὅτι ἦσαν ἐσκυλμένοι καὶ ἐρριμμένοι ὡσεὶ πρόβατα μὴ ἐχοντα ποιμένα. 37τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ, Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· 38δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὁπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.


<< | ΜΘ:9 | >>

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.
This page displays the New Testament in Greek (UBS.Ed.26) as flowing text.
The katapi New Study Bible reference section has been incorporated into the page as follows: Links to parallel passages show below passage headings. Links to Old Testament quotations in New Testament verses show after the verse number.
Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background.
Any mismatches, truncated verses, other mistakes ? Please e-mail me. © this page layout: Paul Ingram 2012.