katapi New Study Bible - select-a-version

<< >> katapi HOME New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ | GNT: contents | by passage | with passage selection | search--->| in verses | select-|2|-versions | notes

ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ

The Sermon on the Mount  Mt.5.1-7.29

1Ἰδὼν δὲ τοὺς ὀχλους ἀνέβη εἰς τὸ ὀρος· καὶ καθίσαντος αὐτοῦ προσῆλθαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· 2καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων,

The Beatitudes  Mt.5.3-11 (Galilee)[ Mt.5.3-11 → ] - Lk.6.20-23

3Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι,
ὁτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.

4μακάριοι οἱ πενθοῦντες,
ὁτι αὐτοὶ παρακληθήσονται.

5μακάριοι οἱ πραεῖς,
ὁτι αὐτοὶ κληρονομήσουσιν τὴν γῆν.

6μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην,
ὁτι αὐτοὶ χορτασθήσονται.

7μακάριοι οἱ ἐλεήμονες,
ὁτι αὐτοὶ ἐλεηθήσονται.

8μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ,
ὁτι αὐτοὶ τὸν θεὸν ὀψονται.

9μακάριοι οἱ εἰρηνοποιοί,
ὁτι αὐτοὶ υἱοὶ θεοῦ κληθήσονται.

10μακάριοι οἱ δεδιωγμένοι ἑνεκεν δικαιοσύνης,
ὁτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.

11μακάριοί ἐστε ὁταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν καὶ εἰπωσιν πᾶν πονηρὸν καθ' ὑμῶν ψευδόμενοι ἑνεκεν ἐμοῦ· 12χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὑτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.

Salt and Light  Mt.5.13-16[ Mt.5.13-16 → ] - Mk.9.50, Lk.14.34-35

13Ὑμεῖς ἐστε τὸ ἀλας τῆς γῆς· ἐὰν δὲ τὸ ἀλας μωρανθῇ, ἐν τίνι ἀλισθήσεταὶ εἰς οὐδὲν ἰσχύει ἐτι εἰ μὴ βληθὲν ἐξω καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων.

14Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὀρους κειμένη· 15οὐδὲ καίουσιν λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον ἀλλ' ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ. 16οὑτως λαμψάτω τὸ φῶς ὑμῶν ἐμπροσθεν τῶν ἀνθρώπων, ὁπως ἰδωσιν ὑμῶν τὰ καλὰ ἐργα καὶ δοξάσωσιν τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.

Teaching about the Law  Mt.5.17-20

17Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι. 18ἀμὴν γὰρ λέγω ὑμῖν, ἑως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἑως ἂν πάντα γένηται. 19ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὑτως τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ' ἂν ποιήσῃ καὶ διδά ξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. 20λέγω γὰρ ὑμῖν ὅτι ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.

Teaching about Anger  Mt.5.21-26

21Ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ὃς δ' ἂν φονεύσῃ, ἐνοχος ἐσται τῇ κρίσει. 22ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ ἐνοχος ἐσται τῇ κρίσει· ὃς δ' ἂν εἰπῃ τῷ ἀδελφῷ αὐτοῦ, Ῥακά, ἐνοχος ἐσται τῷ συνεδρίῳ· ὃς δ' ἂ ν εἰπῃ, Μωρέ, ἐνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός.

23ἐὰν οὖν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἐχει τι κατὰ σοῦ, 24ἀφες ἐκεῖ τὸ δῶρόν σου ἐμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὑπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου.

25ἰσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ ἑως ὁτου εἶ μετ' αὐτοῦ ἐν τῇ ὁδῷ, μήποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ, καὶ ὁ κριτὴς τῷ ὑπηρέτῃ, καὶ εἰς φυλακὴν βληθήσῃ· 26ἀμὴν λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἑως ἂν ἀποδῷς τὸν ἐσχατον κοδράντην.

Teaching about Adultery  Mt.5.27-30 (Galilee)

27Ἠκούσατε ὅτι ἐρρέθη, Οὐ μοιχεύσεις. 28ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἠδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.

29εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἐξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὁλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν. 30καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε, ἐκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὁλον τὸ σῶμά σου εἰς γέενναν ἀπέλθῃ.

Teaching about Divorce  Mt.5.31-32 (Galilee)[ Mt.5.31-32 → ] - Mt.19.9, Mk.10.11-11.12, Lk.16.18

31Ἐρρέθη δέ, Ὅς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, δότω αὐτῇ ἀποστάσιον. 32ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας ποιεῖ αὐτὴν μοιχευθῆναι, καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήσῃ μοιχᾶται.

Teaching about Oaths  Mt.5.33-37 - Lv.19.12, Nu.30.2, Dt.23.21

33Πάλιν ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις, Οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ κυρίῳ τοὺς ὅρκους σου. 34 [ Is.66.1. ] ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὁλως· μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος ἐστὶν τοῦ θεοῦ· 35μήτε ἐν ὑποπόδιόν ἐστιν τῶν ποδῶν αὐτοῦ· μήτε εἰς Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶν τοῦ μεγάλου βασιλέως· 36μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς, ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ποιῆσαι ἢ μέλαιναν. 37ἐστω δὲ ὁ λόγος ὑμῶν ναὶ ναί, οὒ οὐ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν.

Teaching about Retaliation  Mt.5.38-42 (Galilee)[ Mt.5.38-42 → ] - Lk.6.29-30

38Ἠκούσατε ὅτι ἐρρέθη, Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος. 39ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ' ὁστις σε ῥαπίζει εἰς τὴν δεξιὰν σιαγόνα σου, στρέψον αὐτῷ καὶ τὴν ἀλλην· 40καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἀφες αὐτῷ καὶ τὸ ἱμάτιον· 41καὶ ὁστις σε ἀγγαρεύσει μίλιον ἑν, ὑπαγε μετ' αὐτοῦ δύο. 42τῷ αἰτοῦντί σε δός, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανίσασθαι μὴ ἀποστραφῇς.

Love for Enemies  Mt.5.43-48 (Galilee)[ Mt.5.43-48 → ] - Lk.6.27-28, Lk.6.32-36

43Ἠκούσατε ὅτι ἐρρέθη, Ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου. 44ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς, 45ὁπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς, ὅτι τὸν ἡλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. 46ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, τίνα μισθὸν ἐχετὲ; οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν; 47καὶ ἐὰν ἀσπάσησθε τοὺς ἀδελφοὺς ὑμῶν μόνον, τί περισσὸν ποιεῖτὲ; οὐχὶ καὶ οἱ ἐθνικοὶ τὸ αὐτὸ ποιοῦσιν; 48Ἐσεσθε οὖν ὑμεῖς τέλειοι ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν.


<< | ΜΘ:5 | >>

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.
This page displays the New Testament in Greek (UBS.Ed.26) as flowing text.
The katapi New Study Bible reference section has been incorporated into the page as follows: Links to parallel passages show below passage headings. Links to Old Testament quotations in New Testament verses show after the verse number.
Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background.
Any mismatches, truncated verses, other mistakes ? Please e-mail me. © this page layout: Paul Ingram 2012.