1Ἐν ἐκείνῳ τῷ καιρῷ ἠκουσεν Ἡρῴδης ὁ τετραάρχης τὴν ἀκοὴν Ἰησοῦ, 2καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ, Οὗτός ἐστιν Ἰωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ. 3Ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην ἐδησεν καὶ ἐν φυλακῇ ἀπέθετο διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ· 4ἐλεγεν γὰρ ὁ Ἰωάννης αὐτῷ, Οὐκ ἐξεστίν σοι ἐχειν αὐτήν. 5καὶ θέλων αὐτὸν ἀποκτεῖναι ἐφοβήθη τὸν ὀχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον. 6γενεσίοις δὲ γενομένοις τοῦ Ἡρῴδου ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος ἐν τῷ μέσῳ καὶ ἠρεσεν τῷ Ἡρῴδῃ, 7ὁθεν μεθ' ὁρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται. 8ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, Δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. 9καὶ λυπηθεὶς ὁ βασιλεὺς διὰ τοὺς ὁρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσεν δοθῆναι, 10καὶ πέμψας ἀπεκεφάλισεν τὸν Ἰωάννην ἐν τῇ φυλακῇ· 11καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ, καὶ ἠνεγκεν τῇ μητρὶ αὐτῆς. 12καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ πτῶμα καὶ ἐθαψαν αὐτό , καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ.
13Ἀκούσας δὲ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἐρημον τόπον κατ' ἰδίαν· καὶ ἀκούσαντες οἱ ὀχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων. 14καὶ ἐξελθὼν εἶδεν πολὺν ὀχλον, καὶ ἐσπλαγχνίσθη ἐπ' αὐτοῖς καὶ ἐθεράπευσεν τοὺς ἀρρώστους αὐτῶν. 15ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ λέγοντες, Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὡρα ἠδη παρῆλθεν· ἀπόλυσον τοὺς ὀχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑα υτοῖς βρώματα. 16ὁ δὲ εἶπεν αὐτοῖς, Οὐ χρείαν ἐχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. 17οἱ δὲ λέγουσιν αὐτῷ, Οὐκ ἐχομεν ὧδε εἰ μὴ πέντε ἀρτους καὶ δύο ἰχθύας. 18ὁ δὲ εἶπεν, Φέρετέ μοι ὧδε αὐτούς. 19καὶ κελεύσας τοὺς ὀχλους ἀνακλιθῆναι ἐπὶ τοῦ χόρτου, λαβὼν τοὺς πέντε ἀρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κλάσας ἐδωκεν τοῖς μαθηταῖς το ὺς ἀρτους οἱ δὲ μαθηταὶ το ὄχλοις. 20καὶ ἐφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις. 21οἱ δὲ ἐσθίοντες ἦσαν ἀνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων.
22Καὶ εὐθέως ἠνάγκασεν τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἑως οὗ ἀπολύσῃ τοὺς ὀχλους. 23καὶ ἀπολύσας τοὺς ὀχλους ἀνέβη εἰς τὸ ὀρος κατ' ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ. 24τὸ δὲ πλοῖον ἠδη σταδίους πολλοὺς ἀπὸ τῆς γῆς ἀπεῖχεν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων, ἦν γὰρ ἐναντίος ὁ ἀνεμος. 25τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἦλθεν πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τὴν θάλασσαν. 26οἱ δὲ μαθηταὶ ἰδόντες αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι Φάντασμά ἐστιν, καὶ ἀπὸ τοῦ φόβου ἐκραξαν. 27εὐθὺς δὲ ἐλάλησεν αὐτοῖς λέγων, Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε.
28ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπεν, Κύριε, εἰ σὺ εἶ, κέλευσόν με ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὑδατα· 29ὁ δὲ εἶπεν, Ἐλθέ. καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὑδατα καὶ ἦλθεν πρὸς τὸν Ἰησοῦν. 30βλέπων δὲ τὸν ἀνεμον ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἐκραξεν λέγων, Κύριε, σῶσόν με. 31εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ, Ὀλιγόπιστε, εἰς τί ἐδίστασας; 32καὶ ἀναβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἀνεμος. 33οἱ δὲ ἐν τῷ πλοίῳ προσεκύνησαν αὐτῷ λέγοντες, Ἀληθῶς θεοῦ υἱὸς εἶ.
34Καὶ διαπεράσαντες ἦλθον ἐπὶ τὴν γῆν εἰς Γεννησαρέτ. 35καὶ ἐπιγνόντες αὐτὸν οἱ ἀνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὁλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἐχοντας, 36καὶ παρεκάλουν αὐτὸν ἵνα μόνον ἀψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὁσοι ἡψαντο διεσώθησαν.
<< | ΜΘ:14 | >> |
---|