katapi New Study Bible - select-a-version

<< >> katapi HOME New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ | GNT: contents | by passage | with passage selection | search---> | GO TO highlighted passage ↓| in verses | select-|2|-versions | notes

ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ

The Mission of the Twelve  Mt.10.1-4 (Capernaum)[ Mt.10.1-4 → ] - Mk.3.13-19, Lk.6.12-16

1Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἐδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὡστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. 2Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστιν ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, καὶ Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, 3Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Μαθθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ τοῦ Ἀλφαίου καὶ Θαδδαῖος, 4Σίμων ὁ Καναναῖος καὶ Ἰούδας ὁ Ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν.

The Commissioning of the Twelve  Mt.10.5-15 (Galilee)[ Mt.10.5-15 → ] - Mk.6.7-13, Lk.9.1-6

5Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων, Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαριτῶν μὴ εἰσέλθητε· 6πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἰκου Ἰσραήλ. 7πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. 8ἀσθενοῦντας θεραπεύετε, νεκροὺς ἐγείρετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. 9Μὴ κτήσησθε χρυσὸν μηδὲ ἀργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, 10μὴ πήραν εἰς ὁδὸν μηδὲ δύο χιτῶνας μηδὲ ὑποδήματα μηδὲ ῥάβδον· ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ. 11εἰς ἣν δ' ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἀξιός ἐστιν· κἀκεῖ μείνατε ἑως ἂν ἐξέλθητε. 12εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν ἀσπάσασθε αὐτήν· 13καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθάτω ἡ εἰρήνη ὑμῶν ἐπ' αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἐπιστραφήτω. 14καὶ ὃς ἂν μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι ἐξω τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. 15ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἐσται γῇ Σοδόμων καὶ Γομόρρων ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ.

Coming Persecutions  Mt.10.16-25 (Galilee)[ Mt.10.16-25 → ] - Mk.13.9-13, Lk.21.12-17

16Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὀφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. 17προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσιν γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς· 18καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἑνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἐθνεσιν. 19ὁταν δὲ παραδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὡρᾳ τί λαλήσητε· 20οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. 21παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς. 22καὶ ἐσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὀνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται. 23ὁταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἑτέραν· ἀμὴν γὰρ λέγω ὑμῖν, οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ ἑως ἂν ἐλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου.

24Οὐκ ἐστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ. 25ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ, καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ. εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ.

Whom to Fear  Mt.10.26-31 (Galilee)[ Mt.10.26-31 → ] - Lk.12.2-7

26Μὴ οὖν φοβηθῆτε αὐτούς· οὐδὲν γάρ ἐστιν κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται. 27ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἰπατε ἐν τῷ φωτί· καὶ ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύξατε ἐπὶ τῶν δωμάτων. 28καὶ μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβεῖσθε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. 29οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖταὶ καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἀνευ τοῦ πατρὸς ὑμῶν. 30ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν. 31μὴ οὖν φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε ὑμεῖς.

Confessing Christ before Men  Mt.10.32-33 (Galilee)[ Mt.10.32-33 → ] - Lk.12.8-9

32Πᾶς οὖν ὁστις ὁμολογήσει ἐν ἐμοὶ ἐμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἐμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς· 33ὁστις δ' ἂν ἀρνήσηταί με ἐμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι κἀγὼ αὐτὸν ἐμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.

Not Peace, but a Sword  Mt.10.34-39 (Galilee)[ Mt.10.34-39 → ] - Lk.12.51-53, Lk.14.26-27

34Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν. 35ἦλθον γὰρ διχάσαι

ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ
καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς,
καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς,

36 [ Mic.7.6. ] καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ.
37Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἐστιν μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἐστιν μου ἄξιος· 38καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἐστιν μου ἄξιος. 39ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἑνεκεν ἐμοῦ εὑρήσει αὐτήν.

Rewards  Mt.10.40-42[ Mt.10.40-42 → ] - Mk.9.41

40Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται, καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με. 41ὁ δεχόμενος προφήτην εἰς ὀνομα προφήτου μισθὸν προφήτου λήμψεται, καὶ ὁ δεχόμενος δίκαιον εἰς ὀνομα δικαίου μισθὸν δικαίου λήμψεται. 42καὶ ὃς ἂν ποτίσῃ ἑνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὀνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.


<< | ΜΘ:10 | >>

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.
This page displays the New Testament in Greek (UBS.Ed.26) as flowing text.
The katapi New Study Bible reference section has been incorporated into the page as follows: Links to parallel passages show below passage headings. Links to Old Testament quotations in New Testament verses show after the verse number.
Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background.
Any mismatches, truncated verses, other mistakes ? Please e-mail me. © this page layout: Paul Ingram 2012.