katapi New Study Bible - select-a-version

<< >> katapi HOME New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ | GNT: contents | by passage | with passage selection | search---> | GO TO highlighted passage ↓| in verses | select-|2|-versions | notes

ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ

Teaching about Almsgiving  Mt.6.1-4 (Galilee)

1Προσέχετε δὲ τὴν δικαιοσύνην ὑμῶν μὴ ποιεῖν ἐμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰ δὲ μή γε, μισθὸν οὐκ ἐχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς.

2Ὁταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἐμπροσθέν σου, ὡσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις, ὁπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων· ἀμὴν λέγ ω ὑμῖν, ἀπέχουσιν τὸν μισθον αὐτῶν. 3σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου, 4ὁπως ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι.

Teaching about Prayer  Mt.6.5-15 (Galilee)[ Mt.6.5-15 → ] - Lk.11.2-4

5Καὶ ὁταν προσεύχησθε, οὐκ ἐσεσθε ὡς οἱ ὑποκριταί· ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι, ὁπως φανῶσιν τοῖς ἀνθρώποις· ἀμὴν λέγω ὑμῖν, ἀπέχουσιν τὸν μισθὸν αὐτῶν. 6σὺ δὲ ὁταν προσεύχῃ, εἰσελθε εἰς τὸ ταμεῖόν σου καὶ κλείσας τὴν θύραν σου πρόσευξαι τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι.

7Προσευχόμενοι δὲ μὴ βατταλογήσητε ὡσπερ οἱ ἐθνικοί, δοκοῦσιν γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται. 8μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς, οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὧν χρείαν ἐχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν.

9Οὑτως οὖν προσεύχεσθε ὑμεῖς·

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς,
ἀγιασθήτω τὸ ὀνομά σου,
10ἐλθέτω ἡ βασιλεία σου,
γενηθήτω τὸ θέλημά σου,
ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.
11Τὸν ἀρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον·
12Καὶ ἀφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν,
ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν·
13καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν,
ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

14Ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος· 15ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις, οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν.

Teaching about Fasting  Mt.6.16-18 (Galilee)

16Ὁταν δὲ νηστεύητε, μὴ γίνεσθε ὡς οἱ ὑποκριταὶ σκυθρωποί, ἀφανίζουσιν γὰρ τὰ πρόσωπα αὐτῶν ὁπως φανῶσιν τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν λέγω ὑμῖν, ἀπέχουσιν τὸν μισθὸν α ὐτῶν. 17σὺ δὲ νηστεύων ἀλειψαί σου τὴν κεφαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι, 18ὁπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ κρυφαίῳ· καὶ ὁ πατήρ σου
ὁ βλέπων ἐν τῷ κρυφαίῳ ἀποδώσει σοι.

Treasure in Heaven  Mt.6.19-21 (Galilee)[ Mt.6.19-21 → ] - Lk.12.33-34

19Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὁπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὁπου κλέπται διορύσσουσιν καὶ κλέπτουσιν· 20θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὁπου οὐτε σὴς οὐτε βρῶσις ἀφανίζει, καὶ ὁπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν· 21ὁπου γάρ ἐστιν ὁ θησαυρός σου, ἐκεῖ ἐσται καὶ ἡ καρδία σου.

The Light of the Body  Mt.6.22-23 (Galilee)[ Mt.6.22-23 → ] - Lk.11.34-36

22Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός. ἐὰν οὖν ᾖ ὁ ὀφθαλμός σου ἀπλοῦς, ὁλον τὸ σῶμά σου φωτεινὸν ἐσται· 23ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὁλον τὸ σῶμά σου σκοτεινὸν ἐσται. εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν, τὸ σκότος πόσον.

God and Mammon  Mt.6.24 (Galilee)[ Mt.6.24 → ] - Lk.16.13

24Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἑνα μισήσει καὶ τὸν ἑτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει· οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ.

Care and Anxiety  Mt.6.25-34 (Galilee)[ Mt.6.25-34 → ] - Lk.12.22-34

25Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε ἢ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδυ ματος; 26ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρε τε αὐτῶν; 27τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἑνὰ; 28καὶ περὶ ἐνδύματος τί μεριμνᾶτὲ καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνουσιν· οὐ κοπιῶσιν οὐδὲ νήθουσιν· 29λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. 30εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὀντα καὶ αὐριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὑτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοὶ; 31μὴ οὖν μεριμνήσητε λέγοντες, Τί φάγωμεν; ἠ, Τί πίωμεν; ἠ, Τί περιβαλώμεθὰ, 32πάντα γὰρ ταῦτα τὰ ἐθνη ἐπιζητοῦσιν· οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἀπάντων. 33ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. 34μὴ οὖν μεριμνήσητε εἰς τὴν αὐριον, ἡ γὰρ αὐριον μεριμνήσει ἑαυτῆς· ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς.


<< | ΜΘ:6 | >>

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.
This page displays the New Testament in Greek (UBS.Ed.26) as flowing text.
The katapi New Study Bible reference section has been incorporated into the page as follows: Links to parallel passages show below passage headings. Links to Old Testament quotations in New Testament verses show after the verse number.
Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background.
Any mismatches, truncated verses, other mistakes ? Please e-mail me. © this page layout: Paul Ingram 2012.