katapi New Study Bible - select-a-version
katapi HOME <<
New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α | GNT: contents | | by passage | search---> | in flowing text | select- | 2 | -versions | notes

5ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α

1 Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἐχετε ὑμῖν γράφεσθαι,  
2 αὐτοὶ γὰρ ἀκριβῶς οἰδατε ὅτι ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὑτως ἐρχεται.  
3 ὁταν λέγωσιν, Εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὀλεθρος ὡσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν.  
4 ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ,

 
5 πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας. οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους·

 
6 ἀρα οὖν μὴ καθεύδωμεν ὡς οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν.  
7 οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν, καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν·  
8 ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας·

- put on the breastplate of faith and love, and for a helmet the hope of salvation. 1Th.5.8 - Is.59.17, Wis.5.18
9 ὁτι οὐκ ἐθετο ἡμᾶς ὁ θεὸς εἰς ὀργὴν ἀλλὰ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,  
10 τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν ἵνα εἰτε γρηγορῶμεν εἰτε καθεύδωμεν ἀμα σὺν αὐτῷ ζήσωμεν.  
11 Διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἑνα, καθὼς καὶ ποιεῖτε.  
12 Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν καὶ προϊσταμένους ὑμῶν ἐν κυρίῳ καὶ νουθετοῦντας ὑμᾶς, Final Exhortations and Greetings 1Th.5.12-28
13 καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἐργον αὐτῶν. εἰρηνεύετε ἐν ἑαυτοῖς.  
14 παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας.

 
15 ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας.

 
16 Πάντοτε χαίρετε,

 
17 ἀδιαλείπτως προσεύχεσθε,  
18 ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς.  
19 τὸ Πνεῦμα μὴ σβέννυτε,

 
20 προφητείας μὴ ἐξουθενεῖτε·  
21 πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε,  
22 ἀπὸ παντὸς εἰδους πονηροῦ ἀπέχεσθε.

 
23 Αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἀγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ Πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρη θείη.

 
24 πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.

 
25 Ἀδελφοί, προσεύχεσθε καὶ περὶ ἡμῶν.  
26 Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἀγίῳ.  
27 Ἐνορκίζω ὑμᾶς τὸν κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν τοῖς ἀδελφοῖς.

 
28 Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ' ὑμῶν.  
    << | ΘΕΣα:5 |  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.