katapi New Study Bible - select-a-version
katapi HOME << >>
New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΚΑΤΑ ΛΟΥΚΑΝ | GNT: contents | | by passage | search---> | in flowing text | select- | 2 | -versions | notes

23ΚΑΤΑ ΛΟΥΚΑΝ

1 Καὶ ἀναστὰν ἀπαν τὸ πλῆθος αὐτῶν ἠγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον. Jesus Brought Before Pilate Lk.23.1-5 (Jerusalem) - Passover, c.30ce[ Lk.23.1-5 → ] - Mt.27.1-14, Mk.15.1-5, Jn.18.28-38
2 ἠρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες, Τοῦτον εὑραμεν διαστρέφοντα τὸ ἐθνος ἡμῶν καὶ κωλύοντα φόρους Καίσαρι διδόναι καὶ λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι.

 
3 ὁ δὲ Πιλᾶτος ἠρώτησεν αὐτὸν λέγων, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἐφη, Σὺ λέγεις.

 
4 ὁ δὲ Πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὀχλους, Οὐδὲν εὑρίσκω αἰτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ.  
5 οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι Ἀνασείει τὸν λαὸν διδάσκων καθ' ὁλης τῆς Ἰουδαίας, καὶ ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἑως ὧδε.  
6 Πιλᾶτος δὲ ἀκούσας ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστιν·

Jesus before Herod Lk.23.6-12
7 καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστὶν ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὀντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις.  
8 ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν, ἦν γὰρ ἐξ ἱκανῶν χρόνων θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν περὶ αὐτοῦ, καὶ ἠλπιζέν τι σημεῖον ἰδεῖν ὑπ' αὐτοῦ γινόμενον.

 
9 ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ.  
10 εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ.  
11 ἐξουθενήσας δὲ αὐτὸν καὶ ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας περιβαλὼν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ.  
12 ἐγένοντο δὲ φίλοι ὁ τε Ἡρῴδης καὶ ὁ Πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ' ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἐχθρᾳ ὄντες πρὸς αὐτούς.  
13 Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἀρχοντας καὶ τὸν λαὸν Jesus Sentenced to Die Lk.23.13-25 (Jerusalem) -[ Lk.23.13-25 → ] - Mt.27.15-26, Mk.15.6-15, Jn.18.39-19.16
14 εἶπεν πρὸς αὐτούς, Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐθὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἰτιον ὧν κατηγορεῖτε κατ' αὐτοῦ,  
15 ἀλλ' οὐδὲ Ἡρῴδης· ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς· καὶ ἰδοὺ οὐδὲν ἀξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ.

 
16 παιδεύσας οὖν αὐτὸν ἀπολύσω.  
17 ἀνάγκην δὲ εῖχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα.

 
18 ἀνέκραγον δὲ παμπληθεὶ λέγοντες, Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν·

 
19 ὁστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βληθεὶς ἐν τῇ φυλακῇ.  
20 πάλιν δὲ ὁ Πιλᾶτος προσεφώνησεν αὐτοῖς, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν·

 
21 οἱ δὲ ἐπεφώνουν λέγοντες, Σταύρου, σταύρου αὐτόν.  
22 ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς,Τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν αἰτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω.  
23 οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν.  
24 καὶ Πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἰτημα αὐτῶν·

 
25 ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς φυλακὴν ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν.  
26 Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι Σίμωνά τινα Κυρηναῖον ἐρχόμενον ἀπ' ἀγροῦ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὀπισθεν τοῦ Ἰησοῦ. The Crucifixion of Jesus Lk.23.26-43 (Golgotha) -[ Lk.23.26-43 → ] - Mt.27.32-44, Mk.15.21-32, Jn.19.17-27
27 Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν.

 
28 στραφεὶς δὲ πρὸς αὐτὰς Ἰησοῦς εἶπεν, Θυγατέρες Ἰερουσαλήμ, μὴ κλαίετε ἐπ' ἐμέ· πλὴν ἐφ' ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν,  
29 ὁτι ἰδοὺ ἐρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν, Μακάριαι αἱ στεῖραι καὶ αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἐθρεψαν.  
30 τότε ἀρξονται λέγειν τοῖς ὄρεσιν,
Πέσετε ἐφ' ἡμᾶς,
καὶ τοῖς βουνοῖς,
καλύψατε ἡμᾶς·

- Then they will begin to say to the mountains Lk.23.30 - Hs.10.8
31 ὁτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηταὶ;  
32 Ἤγοντο δὲ καὶ ἑτεροι κακοῦργοι δύο σὺν αὐτῷ ἀναιρεθῆναι.  
33 καὶ ὅτε ἦλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν.

 
34 ὁ δὲ Ἰησοῦς ἐλεγεν, Πάτερ, ἀφες αὐτοῖς, οὐ γὰρ οἰδασιν τί ποιοῦσιν. διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλήρους.

- Father, forgive them  Lk.23.34 - Is.53.12, Ps.22.18
35 καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ καὶ οἱ ἀρχοντες λέγοντες, Ἄλλους ἐσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ Χριστὸς τοῦ θεοῦ ὁ ἐκλεκτός.

- scoffed at him, saying, He saved others Lk.23.35 - Ps.22.7
36 ἐνέπαιξαν δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι, ὀξος προσφέροντες αὐτῷ  
37 καὶ λέγοντες, Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν.  
38 ἦν δὲ καὶ ἐπιγραφὴ ἐπ' αὐτῷ,
Ο ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ ΟΥΤΟΣ.

 
39 Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτὸν λέγων, Οὐχὶ σὺ εἶ ὁ Χριστός; σῶσον σεαυτὸν καὶ ἡμᾶς.  
40 ἀποκριθεὶς δὲ ὁ ἑτερος ἐπιτιμῶν αὐτῷ ἐφη, Οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ;

 
41 καὶ ἡμεῖς μὲν δικαίως, ἀξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἀτοπον ἐπραξεν.  
42 καὶ ἐλεγεν, Ἰησοῦ, μνήσθητί μου ὁταν ἐλθῃς εἰς τὴν βασιλείαν σου.

 
43 καὶ εἶπεν αὐτῷ, Ἀμήν σοι λέγω, σήμερον μετ' ἐμοῦ ἐσῃ ἐν τῷ παραδείσῳ.  
44 Καὶ ἦν ἠδη ὡσεὶ ὡρα ἑκτη καὶ σκότος ἐγένετο ἐφ' ὁλην τὴν γῆν ἑως ὡρας ἐνάτης

The Death of Jesus Lk.23.44-49[ Lk.23.44-49 → ] - Mt.27.45-56, Mk.15.33-41, Jn.19.28-30
45 τοῦ ἡλίου ἐκλιπόντος, ἐσχίσθη δὲ τὸ καταπέτασμα τοῦ ναοῦ μέσον.

 
46 καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπεν, Πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου· τοῦτο δὲ εἰπὼν ἐξέπνευσεν.

- Father, into thy hands I commit my spirit! Lk.23.46 - Ps.31.5
47 Ἰδὼν δὲ ὁ ἑκατοντάρχης τὸ γενόμενον ἐδόξαζεν τὸν θεὸν λέγων, Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν.

 
48 καὶ πάντες οἱ συμπαραγενόμενοι ὀχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωρήσαντες τὰ γενόμενα, τύπτοντες τὰ στήθη ὑπέστρεφον.  
49 εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτῷ ἀπὸ μακρόθεν, καὶ γυναῖκες αἱ συνακολουθοῦσαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.

 
50 Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσὴφ βουλευτὴς ὑπάρχων καὶ ἀνὴρ ἀγαθὸς καὶ δίκαιος The Burial of Jesus Lk.23.50-56 (the garden) -[ Lk.23.50-56 → ] - Mt.27.57-61, Mk.15.42-47, Jn.19.38-42
51 - οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν - ἀπὸ Ἁριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς προσεδέχετο τὴν βασιλείαν τοῦ θεοῦ,

 
52 οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ,  
53 καὶ καθελὼν ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἐθηκεν αὐτὸν ἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν οὐδεὶς οὐπω κείμενος.  
54 καὶ ἡμέρα ἦν παρασκευῆς, καὶ σάββατον ἐπέφωσκεν.

 
55 Κατακολουθήσασαι δὲ αἱ γυναῖκες, αἱτινες ἦσαν συνεληλυθυῖαι ἐκ τῆς Γαλιλαίας αὐτῷ, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ,

 
56 ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν,  
    << | ΛΚ:23 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.