katapi New Study Bible - select-a-version
katapi HOME << >>
New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΚΑΤΑ ΜΑΡΚΟΝ | GNT: contents | | by passage | search---> | in flowing text | select- | 2 | -versions | notes

9ΚΑΤΑ ΜΑΡΚΟΝ

1 Καὶ ἐλεγεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες ὧδε τῶν ἑστηκότων οἱτινες οὐ μὴ γεύσωνται θανάτου ἑως ἂν ἰδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.  
2 Καὶ μετὰ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην, καὶ ἀναφέρει αὐτοὺς εἰς ὀρος ὑψηλὸν κατ' ἰδίαν μόνους. καὶ μετεμορφώθη ἐμπροσθεν αὐτῶν,

The Transfiguration of Jesus  Mk.9.2-13 (Mount Hermon) -[ Mk.9.2-13 → ] - Mt.17.1-13, Lk.9.28-36
3 καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο στίλβοντα λευκὰ λίαν οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται οὑτως λευκᾶναι.  
4 καὶ ὠφθη αὐτοῖς Ἠλίας σὺν Μωϋσεῖ, καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ.  
5 καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, Ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν.

 
6 οὐ γὰρ ᾐδει τί ἀποκριθῇ, ἐκφοβοι γὰρ ἐγένοντο.  
7 καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ ἐγένετο φωνὴ ἐκ τῆς νεφέλης, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἀκούετε αὐτοῦ.

 
8 καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ' ἑαυτῶν.  
9 Καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὀρους διεστείλατο αὐτοῖς ἵνα μηδενὶ ἂ εἶδον διηγήσωνται, εἰ μὴ ὁταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.  
10 καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτοὺς συζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι.  
11 καὶ ἐπηρώτων αὐτὸν λέγοντες, Ὁτι λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;  
12 ὁ δὲ ἐφη αὐτοῖς, Ἠλίας μὲν ἐλθὼν πρῶτον ἀποκαθιστάνει πάντα, καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενηθῇ;

 
13 ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθεν, καὶ ἐποίησαν αὐτῷ ὁσα ἠθελον, καθὼς γέγραπται ἐπ' αὐτόν.  
14 Καὶ ἐλθόντες πρὸς τοὺς μαθητὰς εἶδον ὀχλον πολὺν περὶ αὐτοὺς καὶ γραμματεῖς συζητοῦντας πρὸς αὐτούς. The Healing of a Boy with an Unclean Spirit Mk.9.14-29 (Mount Hermon) -[ Mk.9.14-29 → ] - Mt.17.14-21, Lk.9.37-43
15 καὶ εὐθὺς πᾶς ὁ ὀχλος ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν.  
16 καὶ ἐπηρώτησεν αὐτούς, Τί συζητεῖτε πρὸς αὐτούς;  
17 καὶ ἀπεκρίθη αὐτῷ εἷς ἐκ τοῦ ὀχλου, Διδάσκαλε, ἠνεγκα τὸν υἱόν μου πρὸς σέ, ἐχοντα Πνεῦμα ἀλαλον·  
18 καὶ ὁπου ἐὰν αὐτὸν καταλάβῃ ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας καὶ ξηραίνεται· καὶ εἶπα τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν, καὶ οὐκ ἰσχυσαν.  
19 ὁ δὲ ἀποκριθεὶς αὐτοῖς λέγει, Ὦ γενεὰ ἀπιστος, ἑως πότε πρὸς ὑμᾶς ἐσομαὶ ἑως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με.  
20 καὶ ἠνεγκαν αὐτὸν πρὸς αὐτόν. καὶ ἰδὼν αὐτὸν τὸ Πνεῦμα εὐθὺς συνεσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων.  
21 καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ, Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπεν, Ἐκ παιδιόθεν·

 
22 καὶ πολλάκις καὶ εἰς πῦρ αὐτὸν ἐβαλεν καὶ εἰς ὑδατα ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ' εἰ τι δύνῃ, βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ' ἡμᾶς.  
23 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Τὸ Εἰ δύνῃ - πάντα δυνατὰ τῷ πιστεύοντι.  
24 εὐθὺς κράξας ὁ πατὴρ τοῦ παιδίου ἐλεγεν, Πιστεύω· βοήθει μου τῇ ἀπιστίᾳ.

 
25 ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὀχλος ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ, Τὸ ἀλαλον καὶ κωφὸν Πνεῦμα, ἐγὼ ἐπιτάσσω σοι, ἐξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν.  
26 καὶ κράξας καὶ πολλὰ σπαράξας ἐξῆλθεν· καὶ ἐγένετο ὡσεὶ νεκρός, ὡστε τοὺς πολλοὺς λέγειν ὅτι ἀπέθανεν.  
27 ὁ δὲ Ἰησοῦς κρατήσας τῆς χειρὸς αὐτοῦ ἠγειρεν αὐτόν, καὶ ἀνέστη.  
28 καὶ εἰσελθόντος αὐτοῦ εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ κατ' ἰδίαν ἐπηρώτων αὐτόν, Ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;

 
29 καὶ εἶπεν αὐτοῖς, Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ.

 
30 Κἀκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἠθελεν ἵνα τις γνοῖ· Jesus again Foretells his Death and Resurrection Mk.9.30-32 (Mount Hermon) -[ Mk.9.30-32 → ] - Mt.17.22-23, Lk.9.43-45
31 ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἐλεγεν αὐτοῖς ὅτι Ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς μετὰ τρεῖς ἡμέρας ἀναστήσεται.  
32 οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι.  
33 Καὶ ἦλθον εἰς Καφαρναούμ. καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς, Τί ἐν τῇ ὁδῷ διελογίζεσθὲ; Who is the Greatest? Mk.9.33-37 (Capernaum) -[ Mk.9.33-37 → ] - Mt.18.1-5, Lk.9.46-48
34 οἱ δὲ ἐσιώπων, πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων.  
35 καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοῖς, Εἴ τις θέλει πρῶτος εἶναι ἐσται πάντων ἐσχατος καὶ πάντων διάκονος.  
36 καὶ λαβὼν παιδίον ἐστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς,  
37 Ὃς ἂν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἂν ἐμὲ δέχηται, οὐκ ἐμὲ δέχεται ἀλλὰ τὸν ἀποστείλαντά με.  
38 Ἔφη αὐτῷ ὁ Ἰωάννης, Διδάσκαλε, εἰδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ἐκωλύομεν αὐτόν, ὅτι οὐκ ἠκολούθει ἡμῖν.

He Who is Not against Us is for Us Mk.9.38-41 (Capernaum) -[ Mk.9.38-41 → ] - Lk.9.48-50
39 ὁ δὲ Ἰησοῦς εἶπεν, Μὴ κωλύετε αὐτόν, οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με·  
40 ὃς γὰρ οὐκ ἐστιν καθ' ἡμῶν, ὑπὲρ ἡμῶν ἐστιν.  
41 Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὑδατος ἐν ὀνόματι ὅτι Χριστοῦ ἐστε, ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.

 
42 Καὶ ὃς ἂν σκανδαλίσῃ ἑνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν.

Temptations to Sin Mk.9.42-48 (Capernaum) -[ Mk.9.42-48 → ] - Mt.18.6-9, Lk.17.1-2
43 Καὶ ἐὰν σκανδαλίζῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλόν ἐστίν σε κυλλὸν εἰσελθεῖν εἰς τὴν ζωὴν ἢ τὰς δύο χεῖρας ἐχοντα ἀπελθεῖν εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ἀσβεστ ον.

 
44 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται.

 
45 καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· καλόν ἐστίν σε εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ τοὺς δύο πόδας ἐχοντα βληθῆναι εἰς τὴν γέενναν.

 
46

 
47 καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἐκβαλε αὐτόν· καλόν σέ ἐστιν μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ ἢ δύο ὀφθαλμοὺς ἐχοντα βληθῆναι εἰς τὴν γέενναν,

 
48 ὁπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυτα·

- where their worm does not die Mk.9.48 - Is.66.24
49 πᾶς γὰρ πυρὶ ἀλισθήσεται.

 
50 Καλὸν τὸ ἀλας· ἐὰν δὲ τὸ ἀλας ἀναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετὲ ἐχετε ἐν ἑαυτοῖς ἀλα, καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.

 
    << | ΜΚ:9 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.