katapi New Study Bible - select-a-version
katapi HOME << >>
New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΚΑΤΑ ΜΑΡΚΟΝ | GNT: contents | | by passage | search---> | in flowing text | select- | 2 | -versions | notes

4ΚΑΤΑ ΜΑΡΚΟΝ

1 Καὶ πάλιν ἠρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. καὶ συνάγεται πρὸς αὐτὸν ὀχλος πλεῖστος, ὡστε αὐτὸν εἰς πλοῖον ἐμβάντα καθῆσθαι ἐν τῇ θαλάσσῃ, καὶ πᾶς ὁ ὀχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦσαν. The Parable of the Sower Mk.4.1-9 (Plain of Gennesaret) -[ Mk.4.1-9 → ] - Mt.13.1-9, Lk.8.4-8
2 καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἐλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ,

 
3 Ἀκούετε. ἰδοὺ ἐξῆλθεν ὁ σπείρων σπεῖραι.

 
4 καὶ ἐγένετο ἐν τῷ σπείρειν ὃ μὲν ἐπεσεν παρὰ τὴν ὁδόν, καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτό.  
5 καὶ ἀλλο ἐπεσεν ἐπὶ τὸ πετρῶδες ὁπου οὐκ εἶχεν γῆν πολλήν, καὶ εὐθὺς ἐξανέτειλεν διὰ τὸ μὴ ἐχειν βάθος γῆς·  
6 καὶ ὅτε ἀνέτειλεν ὁ ἡλιος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἐχειν ῥίζαν ἐξηράνθη.  
7 καὶ ἀλλο ἐπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἀκανθαι καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἐδωκεν.  
8 καὶ ἀλλα ἐπεσεν εἰς τὴν γῆν τὴν καλήν, καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ αὐξανόμενα, καὶ ἐφερεν ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν.

 
9 καὶ ἐλεγεν, Ὃς ἐχει ὦτα ἀκούειν ἀκουέτω.  
10 Καὶ ὅτε ἐγένετο κατὰ μόνας, ἠρώτων αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα τὰς παραβολάς. The Purpose of the Parables Mk.4.10-12 (Plain of Gennesaret) -[ Mk.4.10-12 → ] - Mt.13.10-17, Lk.8.9-10
11 καὶ ἐλεγεν αὐτοῖς, Ὑμῖν τὸ μυστήριον δέδοται τῆς βασιλείας τοῦ θεοῦ· ἐκείνοις δὲ τοῖς ἐξω ἐν παραβολαῖς τὰ πάντα γίνεται,  
12 ἵνα
βλέποντες βλέπωσιν καὶ μὴ ἴδωσιν,
καὶ ἀκούοντες ἀκούωσιν καὶ μὴ συνιῶσιν,
μήποτε ἐπιστρέψωσιν καὶ ἀφεθῇ αὐτοῖς.

- so that they may indeed see but not perceive Mk.4.12 - Is.6.9-10
13 Καὶ λέγει αὐτοῖς, Οὐκ οἰδατε τὴν παραβολὴν ταύτην, καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθὲ;

The Parable of the Sower Explained Mk.4.13-20[ Mk.4.13-20 → ] - Mt.13.18-23, Lk.8.11-13
14 ὁ σπείρων τὸν λόγον σπείρει.

 
15 οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν ὁπου σπείρεται ὁ λόγος, καὶ ὁταν ἀκούσωσιν εὐθὺς ἐρχεται ὁ Σατανᾶς καὶ αἰρει τὸν λόγον τὸν ἐσπαρμένον εἰς αὐτούς.

 
16 καὶ οὗτοί εἰσιν οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἳ ὁταν ἀκούσωσιν τὸν λόγον εὐθὺς μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν,

 
17 καὶ οὐκ ἐχουσιν ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν· εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζονται.

 
18 καὶ ἀλλοι εἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι· οὗτοί εἰσιν οἱ τὸν λόγον ἀκούσαντες,

 
19 καὶ αἱ μέριμναι τοῦ αἰῶνος καὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον, καὶ ἀκαρπος γίνεται.

 
20 καὶ ἐκεῖνοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἱτινες ἀκούουσιν τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν.

 
21 Καὶ ἐλεγεν αὐτοῖς, Μήτι ἐρχεται ὁ λύχνος ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην; οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν τεθῇ; A Light under a Bushel Mk.4.21-25 (Plain of Gennesaret) -[ Mk.4.21-25 → ] - Lk.8.16-18
22 οὐ γάρ ἐστιν κρυπτὸν ἐὰν μὴ ἵνα φανερωθῇ, οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλ' ἵνα ἐλθῃ εἰς φανερόν.

 
23 εἰ τις ἐχει ὦτα ἀκούειν ἀκουέτω.  
24 Καὶ ἐλεγεν αὐτοῖς, Βλέπετε τί ἀκούετε. ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν καὶ προστεθήσεται ὑμῖν.

 
25 ὃς γὰρ ἐχει, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἐχει, καὶ ὃ ἐχει ἀρθήσεται ἀπ' αὐτοῦ.

 
26 Καὶ ἐλεγεν, Οὑτως ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ ὡς ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς

The Parable of the Growing Seed Mk.4.26-29
27 καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος βλαστᾷ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός.

 
28 αὐτομάτη ἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον, εἶτα στάχυν, εἶτα πλήρη σῖτον ἐν τῷ στάχυϊ.  
29 ὁταν δὲ παραδοῖ ὁ καρπός, εὐθὺς ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός.  
30 Καὶ ἐλεγεν, Πῶς ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ θεοῦ, ἢ ἐν τίνι αὐτὴν παραβολῇ θῶμεν;

The Parable of the Mustard Seed Mk.4.30-32[ Mk.4.30-32 → ] - Mt.13.31-33, Lk.13.18-21
31 ὡς κόκκῳ σινάπεως, ὃς ὁταν σπαρῇ ἐπὶ τῆς γῆς, μικρότερον ὂν πάντων τῶν σπερμάτων τῶν ἐπὶ τῆς γῆς,  
32 καὶ ὁταν σπαρῇ, ἀναβαίνει καὶ γίνεται μεῖζον πάντων τῶν λαχάνων καὶ ποιεῖ κλάδους μεγάλους, ὡστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν.  
33 Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἠδύναντο ἀκούειν· The Use of the Parables Mk.4.33-34 (Plain of Gennesaret) -[ Mk.4.33-34 → ] - Mt.13.34-35
34 χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς, κατ' ἰδίαν δὲ τοῖς ἰδίοις μαθηταῖς ἐπέλυεν πάντα.  
35 Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης, Διέλθωμεν εἰς τὸ πέραν. The Calming of a Storm Mk.4.35-41 (Sea of Gennesaret) -[ Mk.4.35-41 → ] - Mt.8.23-27, Lk.8.22-25
36 καὶ ἀφέντες τὸν ὀχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ, καὶ ἀλλα πλοῖα ἦν μετ' αὐτοῦ.  
37 καὶ γίνεται λαῖλαψ μεγάλη ἀνέμου, καὶ τὰ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὡστε ἠδη γεμίζεσθαι τὸ πλοῖον.  
38 καὶ αὐτὸς ἦν ἐν τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ ἐγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ, Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθὰ;  
39 καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ, σιώπα, πεφίμωσο. καὶ ἐκόπασεν ὁ ἀνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη.  
40 καὶ εἶπεν αὐτοῖς, Τί δειλοί ἐστὲ οὐπω ἐχετε πίστιν;  
41 καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἐλεγον πρὸς ἀλλήλους, τίς ἀρα οὗτός ἐστιν ὅτι καὶ ὁ ἀνεμος καὶ ἡ θάλασσα ὑπακούει αὐτῷ;  
    << | ΜΚ:4 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.