13 | ΚΑΤΑ ΜΑΡΚΟΝ | ||
1 | Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ, Διδάσκαλε, ἰδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί. | The Destruction of the Temple Foretold Mk.13.1-2 (Olivet) -[ Mk.13.1-2 → ] - Mt.24.1-2, Lk.21.5-6 | |
2 | καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ μὴ καταλυθῇ. | ||
3 | Καὶ καθημένου αὐτοῦ εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ ἐπηρώτα αὐτὸν κατ' ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας, | The Beginning of the Woes Mk.13.3-13 (Olivet) -[ Mk.13.3-13 → ] - Mt.24.3-14, Lk.21.7-19 | |
4 | Εἰπὸν ἡμῖν πότε ταῦτα ἐσται, καὶ τί τὸ σημεῖον ὁταν μέλλῃ ταῦτα συντελεῖσθαι πάντα. | ||
5 | ὁ δὲ Ἰησοῦς ἠρξατο λέγειν αὐτοῖς, Βλέπετε μή τις ὑμᾶς πλανήσῃ· | ||
6 | πολλοὶ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι Ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν. | ||
7 | ὁταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ γενέσθαι, ἀλλ' οὐπω τὸ τέλος. | ||
8 | ἐγερθήσεται γὰρ ἐθνος ἐπ' ἐθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, ἐσονται σεισμοὶ κατὰ τόπους, ἐσονται λιμοί· ἀρχὴ ὠδίνων ταῦτα. | ||
9 | βλέπετε δὲ ὑμεῖς ἑαυτούς· παραδώσουσιν ὑμᾶς εἰς συνέδρια καὶ εἰς συναγωγὰς δαρήσεσθε καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἑνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς. | Coming Persecutions Mk.13.9-13 (Olivet) -[ Mk.13.9-13 → ] - Mt.10.16-25, Lk.21.12-17 | |
10 | καὶ εἰς πάντα τὰ ἐθνη πρῶτον δεῖ κηρυχθῆναι τὸ εὐαγγέλιον. | ||
11 | καὶ ὁταν ἀγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσητε, ἀλλ' ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὡρᾳ τοῦτο λαλεῖτε, οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦ μα τὸ ἀγιον. | ||
12 | καὶ παραδώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· | ||
13 | καὶ ἐσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὀνομά μου. ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται. | ||
14 | Ὅταν δὲ ἰδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστηκότα ὁπου οὐ δεῖ, ὁ ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὀρη, | The Great Tribulation Mk.13.14-23 (Olivet) -[ Mk.13.14-23 → ] - Mt.24.15-28, Lk.21.20-24, Dn.9.27, Dn.11.31, Dn.12.11 | |
15 | ὁ | ἐπὶ τοῦ δώματος μὴ καταβάτω μηδὲ εἰσελθάτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ,||
16 | καὶ ὁ εἰς τὸν ἀγρὸν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ. | ||
17 | οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. | ||
18 | προσεύχεσθε δὲ ἵνα μὴ γένηται χειμῶνος· | ||
19 | ἐσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις οἵα οὐ γέγονεν τοιαύτη ἀπ' ἀρχῆς κτίσεως ἣν ἐκτισεν ὁ θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται. | - For in those days there will be such tribulation Mk.13.19 - Dn.12.1 | |
20 | καὶ εἰ μὴ ἐκολόβωσεν κύριος τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ. ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσεν τὰς ἡμέρας. | ||
21 | καὶ τότε ἐάν τις ὑμῖν εἰπῃ, Ἰδε ὧδε ὁ Χριστός, Ἰδε ἐκεῖ, μὴ πιστεύετε· | ||
22 | ἐγερθήσονται γὰρ ψευδόΧριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν, εἰ δυνατόν, τοὺς ἐκλεκτούς. | ||
23 | ὑμεῖς δὲ βλέπετε· προείρηκα ὑμῖν πάντα. | ||
24 | Ἀλλὰ ἐν ἐκείναις ταῖς ἡμέραις μετὰ τὴν θλῖψιν ἐκείνην καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, | The Coming of the Son of Man Mk.13.24-27[ Mk.13.24-27 → ] - Mt.24.32-35, Lk.21.29-33, Is.13.10, Is.34.4, Eze.32.7 | |
25 | καὶ οἱ ἀστέρες ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται. | ||
26 | καὶ τότε ὀψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης. | ||
27 | καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς | ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ' ἀκρου γῆς ἑως ἀκρου οὐρανοῦ.||
28 | Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὁταν ἠδη ὁ κλάδος αὐτῆς ἀπαλὸς γένηται καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν. | The Lesson of the Fig Tree Mk.13.28-31 (Olivet) -[ Mk.13.28-31 → ] - Mt.24.32-35, Lk.21.29-33 | |
29 | οὑτως καὶ ὑμεῖς, ὁταν ἰδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. | ||
30 | ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὑτη μέχρις οὗ ταῦτα πάντα γένηται. | ||
31 | ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται. | ||
32 | Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὡρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἀγγελοι ἐν οὐρανῷ οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ. | The Unknown Day and Hour Mk.13.32-37 (Olivet) -[ Mk.13.32-37 → ] - Mt.24.36-44, Lk.17.26-30, Lk.17.34-36 | |
33 | βλέπετε ἀγρυπνεῖτε· οὐκ οἰδατε γὰρ πότε ὁ καιρός ἐστιν. | ||
34 | ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, ἑκάστῳ τὸ ἐργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ. | ||
35 | γρηγορεῖτε οὖν, οὐκ οἰδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἐρχεται, ἢ ὀψὲ ἢ μεσονύκτιον ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ, | ||
36 | μὴ ἐλθὼν ἐξαίφνης εὑρῃ ὑμᾶς καθεύδοντας. | ||
37 | ὃ δὲ ὑμῖν λέγω, πᾶσιν λέγω, γρηγορεῖτε. | ||
<< | ΜΚ:13 | >> |
---|