katapi New Study Bible - select-a-version
katapi HOME << >>
New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ | GNT: contents | | by passage | search---> | in flowing text | select- | 2 | -versions | notes

5ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ

1 Ἰδὼν δὲ τοὺς ὀχλους ἀνέβη εἰς τὸ ὀρος· καὶ καθίσαντος αὐτοῦ προσῆλθαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ·

The Sermon on the Mount Mt.5.1-7.29
2 καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων,  
3 Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι,
ὁτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.

The Beatitudes Mt.5.3-11 (Galilee) -[ Mt.5.3-11 → ] - Lk.6.20-23
4 μακάριοι οἱ πενθοῦντες,
ὁτι αὐτοὶ παρακληθήσονται.

 
5 μακάριοι οἱ πραεῖς,
ὁτι αὐτοὶ κληρονομήσουσιν τὴν γῆν.
 
6 μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην,
ὁτι αὐτοὶ χορτασθήσονται.

 
7 μακάριοι οἱ ἐλεήμονες,
ὁτι αὐτοὶ ἐλεηθήσονται.

 
8 μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ,
ὁτι αὐτοὶ τὸν θεὸν ὀψονται.
 
9 μακάριοι οἱ εἰρηνοποιοί,
ὁτι αὐτοὶ υἱοὶ θεοῦ κληθήσονται.

 
10 μακάριοι οἱ δεδιωγμένοι ἑνεκεν δικαιοσύνης,
ὁτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.

 
11 μακάριοί ἐστε ὁταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν καὶ εἰπωσιν πᾶν πονηρὸν καθ' ὑμῶν ψευδόμενοι ἑνεκεν ἐμοῦ·

 
12 χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὑτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.

 
13 Ὑμεῖς ἐστε τὸ ἀλας τῆς γῆς· ἐὰν δὲ τὸ ἀλας μωρανθῇ, ἐν τίνι ἀλισθήσεταὶ εἰς οὐδὲν ἰσχύει ἐτι εἰ μὴ βληθὲν ἐξω καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων.

Salt and Light Mt.5.13-16[ Mt.5.13-16 → ] - Mk.9.50, Lk.14.34-35
14 Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὀρους κειμένη·

 
15 οὐδὲ καίουσιν λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον ἀλλ' ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ.  
16 οὑτως λαμψάτω τὸ φῶς ὑμῶν ἐμπροσθεν τῶν ἀνθρώπων, ὁπως ἰδωσιν ὑμῶν τὰ καλὰ ἐργα καὶ δοξάσωσιν τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.  
17 Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι.

Teaching about the Law Mt.5.17-20
18 ἀμὴν γὰρ λέγω ὑμῖν, ἑως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἑως ἂν πάντα γένηται.

 
19 ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὑτως τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ' ἂν ποιήσῃ καὶ διδά ξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

 
20 λέγω γὰρ ὑμῖν ὅτι ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.

 
21 Ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ὃς δ' ἂν φονεύσῃ, ἐνοχος ἐσται τῇ κρίσει.

Teaching about Anger Mt.5.21-26
22 ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ ἐνοχος ἐσται τῇ κρίσει· ὃς δ' ἂν εἰπῃ τῷ ἀδελφῷ αὐτοῦ, Ῥακά, ἐνοχος ἐσται τῷ συνεδρίῳ· ὃς δ' ἂ ν εἰπῃ, Μωρέ, ἐνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός.

 
23 ἐὰν οὖν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἐχει τι κατὰ σοῦ,

 
24 ἀφες ἐκεῖ τὸ δῶρόν σου ἐμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὑπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου.  
25 ἰσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ ἑως ὁτου εἶ μετ' αὐτοῦ ἐν τῇ ὁδῷ, μήποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ, καὶ ὁ κριτὴς τῷ ὑπηρέτῃ, καὶ εἰς φυλακὴν βληθήσῃ·

 
26 ἀμὴν λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἑως ἂν ἀποδῷς τὸν ἐσχατον κοδράντην.  
27 Ἠκούσατε ὅτι ἐρρέθη, Οὐ μοιχεύσεις.

Teaching about Adultery Mt.5.27-30 (Galilee) -
28 ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἠδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.  
29 εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἐξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὁλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν.

 
30 καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε, ἐκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὁλον τὸ σῶμά σου εἰς γέενναν ἀπέλθῃ.

 
31 Ἐρρέθη δέ, Ὅς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, δότω αὐτῇ ἀποστάσιον.

Teaching about Divorce Mt.5.31-32 (Galilee) -[ Mt.5.31-32 → ] - Mt.19.9, Mk.10.11-11.12, Lk.16.18
32 ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας ποιεῖ αὐτὴν μοιχευθῆναι, καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήσῃ μοιχᾶται.  
33 Πάλιν ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις, Οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ κυρίῳ τοὺς ὅρκους σου.

Teaching about Oaths Mt.5.33-37 - Lv.19.12, Nu.30.2, Dt.23.21
34 ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὁλως· μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος ἐστὶν τοῦ θεοῦ·

- But I say to you, Do not swear at all, either by heaven, for it is the throne of God, Mt.5.34 - Is.66.1
35 μήτε ἐν ὑποπόδιόν ἐστιν τῶν ποδῶν αὐτοῦ· μήτε εἰς Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶν τοῦ μεγάλου βασιλέως·

 
36 μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς, ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ποιῆσαι ἢ μέλαιναν.  
37 ἐστω δὲ ὁ λόγος ὑμῶν ναὶ ναί, οὒ οὐ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν.

 
38 Ἠκούσατε ὅτι ἐρρέθη, Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος.

Teaching about Retaliation Mt.5.38-42 (Galilee) -[ Mt.5.38-42 → ] - Lk.6.29-30
39 ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ' ὁστις σε ῥαπίζει εἰς τὴν δεξιὰν σιαγόνα σου, στρέψον αὐτῷ καὶ τὴν ἀλλην·  
40 καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἀφες αὐτῷ καὶ τὸ ἱμάτιον·  
41 καὶ ὁστις σε ἀγγαρεύσει μίλιον ἑν, ὑπαγε μετ' αὐτοῦ δύο.  
42 τῷ αἰτοῦντί σε δός, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανίσασθαι μὴ ἀποστραφῇς.  
43 Ἠκούσατε ὅτι ἐρρέθη, Ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου.

Love for Enemies Mt.5.43-48 (Galilee) -[ Mt.5.43-48 → ] - Lk.6.27-28, Lk.6.32-36
44 ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς,

 
45 ὁπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς, ὅτι τὸν ἡλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.  
46 ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, τίνα μισθὸν ἐχετὲ; οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν;  
47 καὶ ἐὰν ἀσπάσησθε τοὺς ἀδελφοὺς ὑμῶν μόνον, τί περισσὸν ποιεῖτὲ; οὐχὶ καὶ οἱ ἐθνικοὶ τὸ αὐτὸ ποιοῦσιν;  
48 Ἐσεσθε οὖν ὑμεῖς τέλειοι ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν.  
    << | ΜΘ:5 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.