|
27 | ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ |
|
1 |
Πρωΐας δὲ γενομένης συμβούλιον ἐλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὡστε θανατῶσαι αὐτόν· | Jesus Brought before Pilate Mt.27.1-2 (Jerusalem) -[ Mt.27.1-2 → ] - Mk.15.1, Lk.23.1-2, Jn.18.28-32 |
2 |
καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν Πιλάτῳ τῷ ἡγεμόνι. | |
3 |
Τότε ἰδὼν Ἰούδας ὁ παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη μεταμεληθεὶς ἐστρεψεν τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν καὶ πρεσβυτέροις | The Death of Judas Mt.27.3-10 (Jerusalem) - - Ac.1.18-19 |
4 |
λέγων, Ἥμαρτον παραδοὺς αἷμα ἀθῷον. οἱ δὲ εἶπαν, Τί πρὸς ἡμᾶς; σὺ ὀψῃ. | |
5 |
καὶ ῥίψας τὰ ἀργύρια εἰς τὸν ναὸν ἀνεχώρησεν, καὶ ἀπελθὼν ἀπήγξατο. | |
6 |
οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπαν, Οὐκ ἐξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἱματός ἐστιν. | |
7 |
συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν Ἀγρὸν τοῦ Κεραμέως εἰς ταφὴν τοῖς ξένοις. | |
8 |
διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος Ἀγρὸς Αἵματος ἑως τῆς σήμερον. | |
9 |
τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος, Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ, | - And they took the thirty pieces of silver Mt.27.9 - Zch.11.12-13 |
10 |
καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέν μοι κύριος. | |
11 |
Ὁ δὲ Ἰησοῦς ἐστάθη ἐμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ Ἰησοῦς ἐφη, Σὺ λέγεις. | Jesus Questioned by Pilate Mt.27.11-14[ Mt.27.11-14 → ] - Mk.15.2-5, Lk.23.3-5, Jn.18.33-38 |
12 |
καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο. | |
13 |
τότε λέγει αὐτῷ ὁ Πιλᾶτος, Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν; | |
14 |
καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὡστε θαυμάζειν τὸν ἡγεμόνα λίαν. | |
15 |
Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἑνα τῷ ὀχλῳ δέσμιον ὃν ἠθελον. | Jesus Sentenced to Die Mt.27.15-26 (Jerusalem) -[ Mt.27.15-26 → ] - Mk.15.6-15, Lk.23.13-25, Jn.18.39-19.16 |
16 |
εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον Βαραββᾶν. | |
17 |
συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς ὁ Πιλᾶτος, Τίνα θέλετε ἀπολύσω ὑμῖν, Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον Χριστόν; | |
18 |
ᾐδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν. | |
19 |
Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλεν πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα, Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ, πολλὰ γὰρ ἐπαθον σήμερον κατ' ὀναρ δῖ αὐτόν. | |
20 |
Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἐπεισαν τοὺς ὀχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν. | |
21 |
ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς, Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; οἱ δὲ εἶπαν, Τὸν Βαραββᾶν. | |
22 |
λέγει αὐτοῖς ὁ Πιλᾶτος, Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον Χριστόν; λέγουσιν πάντες, Σταυρωθήτω. | |
23 |
ὁ δὲ ἐφη, Τί γὰρ κακὸν ἐποίησεν; οἱ δὲ περισσῶς ἐκραζον λέγοντες, ΣΤΑΥΡΩΘΗΤΩ. | |
24 |
ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ ἀλλὰ μᾶλλον θόρυβος γίνεται, λαβὼν ὑδωρ ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὀχλου, λέγων, Ἀθῷός εἰμι ἀπὸ τοῦ αἱματος τούτου· ὑμει 'ς ὀψεσθε. | |
25 |
καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπεν, Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. | |
26 |
τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ. | |
27 |
Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ' αὐτὸν ὁλην τὴν σπεῖραν. | The Soldiers Mock Jesus Mt.27.27-31 (Jerusalem) -[ Mt.27.27-31 → ] - Mk.15.16-20, Jn.19.2-3 |
28 |
καὶ ἐκδύσαντες αὐτὸν χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ, | |
29 |
καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καὶ κάλαμον ἐν τῇ δεξιᾷ αὐτοῦ, καὶ γονυπετήσαντες ἐμπροσθεν αὐτοῦ ἐνέπαιξαν αὐτῷ λέγοντες, Χαῖρε, βασι λεῦ τῶν Ἰουδαίων, | |
30 |
καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἐλαβον τὸν κάλαμον καὶ ἐτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. | |
31 |
καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι. | |
32 |
Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἀρῃ τὸν σταυρὸν αὐτοῦ. | The Crucifixion of Jesus Mt.27.32-44[ Mt.27.32-44 → ] - Mk.15.21-32, Lk.23.26-43, Jn.19.17-27 |
33 |
Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὁ ἐστιν Κρανίου τόπος λεγόμενος, | |
34 |
ἔδωκαν αὐτῷ πιεῖν οἶνον μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ἠθέλησεν πιεῖν. | - they offered him wine to drink, mingled with gall - but when he tasted it, he would not drink Mt.27.34 - Ps.69.21 |
35 |
σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον, | - And when they had crucified him, they divided his garments among them by casting lots - Mt.27.35 - Ps.22.18 |
36 |
καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ. | |
37 |
καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· ΟΥΤΟΣ ΕΣΤΙΝ ΙΗΣΟΥΣ Ο ΒΑΣΙΛΕΥΣ Ο ΙΟΥΔΑΙΩΝ. | |
38 |
Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων. | |
39 |
οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν | - And those who passed by derided him, wagging their heads Mt.27.39 - Ps.22.7, Ps.109.25, Lm.2.15 |
40 |
καὶ λέγοντες, Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν, εἰ υἱὸς εἶ τοῦ θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. | |
41 |
ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων ἐλεγον, | |
42 |
Ἄλλους ἐσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· βασιλεὺς Ἰσραήλ ἐστιν, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπ' αὐτόν. | |
43 |
πέποιθεν ἐπὶ τὸν θεόν, ῥυσάσθω νῦν εἰ θέλει αὐτόν· εἶπεν γὰρ ὅτι Θεοῦ εἰμι υἱός. | - He trusts in God - let God deliver him now, if he desires him - for he said, 'I am the Son of Mt.27.43 - Ps.22.8 |
44 |
τὸ δ' αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες σὺν αὐτῷ ὠνείδιζον αὐτόν. | |
45 |
Ἀπὸ δὲ ἑκτης ὡρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἑως ὡρας ἐνάτης. | The Death of Jesus Mt.27.45-56 (Golgotha) -[ Mt.27.45-56 → ] - Mk.15.33-41, Lk.23.44-49, Jn.19.28-30 |
46 |
περὶ δὲ τὴν ἐνάτην ὡραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων, Hλι ηλι λεμα σαβαχθανι; τοῦτ' ἐστιν, Θεέ μου θεέ μου, ἱνατί με ἐγκατέλιπεσ; | - My God, my God, why hast thou forsaken me? Mt.27.46 - Ps.22.1 |
47 |
τινὲς δὲ τῶν ἐκεῖ ἑστηκότων ἀκούσαντες ἐλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος. | |
48 |
καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὀξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν. | |
49 |
οἱ δὲ λοιποὶ ἐλεγον, Ἄφες ἰδωμεν εἰ ἐρχεται Ἠλίας σώσων αὐτόν. | |
50 |
ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκεν τὸ Πνεῦμα. | |
51 |
Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπ' ἀνωθεν ἑως κάτω εἰς δύο, καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν, | |
52 |
καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἀγίων ἠγέρθησαν, | |
53 |
καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἐγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἀγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς. | |
54 |
Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ' αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα ἐφοβήθησαν σφόδρα, λέγοντες, Ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος. | |
55 |
Ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἱτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ· | |
56 |
ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Ἰωσὴφ μήτηρ καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου. | |
57 |
Ὀψίας δὲ γενομένης ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἁριμαθαίας, τοὐνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς ἐμαθητεύθη τῷ Ἰησοῦ· | The Burial of Jesus Mt.27.57-61 (The Garden) -[ Mt.27.57-61 → ] - Mk.15.42-47, Lk.23.50-56, Jn.19.38-42 |
58 |
οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. τότε ὁ Πιλᾶτος ἐκέλευσεν ἀποδοθῆναι. | |
59 |
καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐνετύλιξεν αὐτὸ ἐν σινδόνι καθαρᾷ, | |
60 |
καὶ ἐθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ, καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν. | |
61 |
ἦν δὲ ἐκεῖ Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἀλλη Μαρία καθήμεναι ἀπέναντι τοῦ τάφου. | |
62 |
Τῇ δὲ ἐπαύριον, ἡτις ἐστὶν μετὰ τὴν παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον | The Guard on the Tomb Mt.27.62-66 (The Garden) - |
63 |
λέγοντες, Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἐτι ζῶν, Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. | |
64 |
κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἑως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ κλέψωσιν αὐτὸν καὶ εἰπωσιν τῷ λαῷ, Ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἐσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης. | |
65 |
ἐφη αὐτοῖς ὁ Πιλᾶτος, Ἔχετε κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἰδατε. | |
66 |
οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας. | |
|
|
<< | ΜΘ:27 | >> |
|