26 | ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ | ||
1 | Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς πάντας τοὺς λόγους τούτους, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ, | The Plot to Kill Jesus Mt.26.1-5 (Jerusalem) -[ Mt.26.1-5 → ] - Mk.14.1-2, Lk.22.1-2, Jn.11.45-53 | |
2 | Οἰδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι. | ||
3 | Τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα, | ||
4 | καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσιν καὶ ἀποκτείνωσιν· | ||
5 | ἐλεγον δέ, Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ. | ||
6 | Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, | The Anointing at Bethany Mt.26.6-13 ( Bethany ) -[ Mt.26.6-13 → ] - Mk.14.3-9, Lk.12.1-8 | |
7 | προσῆλθεν αὐτῷ γυνὴ ἐχουσα ἀλάβαστρον μύρου βαρυτίμου καὶ κατέχεεν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἀνακειμένου. | ||
8 | ἰδόντες δὲ οἱ μαθηταὶ ἠγανάκτησαν λέγοντες, Εἰς τί ἡ ἀπώλεια αὑτὴ; | ||
9 | ἐδύνατο γὰρ τοῦτο πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς. | ||
10 | γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Τί κόπους παρέχετε τῇ γυναικί; ἐργον γὰρ καλὸν ἠργάσατο εἰς ἐμέ· | ||
11 | πάντοτε γὰρ τοὺς πτωχοὺς ἐχετε μεθ' ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἐχετε· | ||
12 | βαλοῦσα γὰρ αὑτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. | ||
13 | ἀμὴν λέγω ὑμῖν, ὁπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὁλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὑτη εἰς μνημόσυνον αὐτῆς. | ||
14 | Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς | Judas' Agreement to Betray Jesus Mt.26.14-16 (Jerusalem) -[ Mt.26.14-16 → ] - Mk.14.10-11, Lk.22.3-6 | |
15 | εἶπεν, Τί θέλετέ μοι δοῦναι κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. | - they paid him thirty pieces of silver. Mt.26.15 - Zch.11.12 | |
16 | καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ. | ||
17 | Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες, Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχὰ; | The Passover with the Disciples Mt.26.17-25 (Jerusalem) -[ Mt.26.17-25 → ] - Mk.14.12-21, Lk.22.7-14, Lk.22.21-23, Jn.13.21-30 | |
18 | ὁ δὲ εἶπεν, Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἰπατε αὐτῷ, Ὁ διδάσκαλος λέγει, Ὁ καιρός μου ἐγγύς ἐστιν· πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου. | ||
19 | καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα. | ||
20 | Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα. | ||
21 | καὶ ἐσθιόντων αὐτῶν εἶπεν, Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. | ||
22 | καὶ λυπούμενοι σφόδρα ἠρξαντο λέγειν αὐτῷ εἷς ἑκαστος, Μήτι ἐγώ εἰμι, κύριὲ; | ||
23 | Ὁ δὲ ἀποκριθεὶς εἶπεν, ὁ ἐμβάψας μετ' ἐμοῦ τὴν χεῖρα ἐν τῷ τρυβλίῳ οὗτός με παραδώσει. | ||
24 | ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δῖ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. | ||
25 | ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπεν, Μήτι ἐγώ εἰμι, Ῥαββί; λέγει αὐτῷ, Σὺ εἶπας. | ||
26 | Ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ Ἰησοῦς ἀρτον καὶ εὐλογήσας ἐκλασεν καὶ δοὺς τοῖς μαθηταῖς εἶπεν, Λάβετε φάγετε, τοῦτό ἐστιν τὸ σῶμά μου. | The Institution of the Lord's Supper Mt.26.26-30 (Jerusalem) -[ Mt.26.26-30 → ] - Mk.14.22-25, Lk.22.14-23, 1Cor.11.23-26 | |
27 | καὶ λαβὼν ποτήριον καὶ εὐχαριστήσας ἐδωκεν αὐτοῖς λέγων, Πίετε ἐξ αὐτοῦ πάντες, | ||
28 | τοῦτο γάρ ἐστιν τὸ αἷμά μου τῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυννόμενον εἰς ἀφεσιν ἀμαρτιῶν. | ||
29 | λέγω δὲ ὑμῖν, οὐ μὴ πίω ἀπ' ἀρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἑως τῆς ἡμέρας ἐκείνης ὁταν αὐτὸ πίνω μεθ' ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου. | ||
30 | Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὀρος τῶν Ἐλαιῶν. | ||
31 | Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς, Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης· | Peter's Denial Foretold Mt.26.31-35 ( ) -[ Mt.26.31-35 → ] - Mk.14.27-31, Lk.22.31-34, Jn.13.36-38 | |
32 | μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. | ||
33 | ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, Εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι. | ||
34 | ἐφη αὐτῷ ὁ Ἰησοῦς, Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με. | ||
35 | λέγει αὐτῷ ὁ Πέτρος, Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπαν. | ||
36 | Τότε ἐρχεται μετ' αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανί, καὶ λέγει τοῖς μαθηταῖς, Καθίσατε αὐτοῦ ἑως | ἀπελθὼν ἐκεῖ προσεύξωμαι.The Prayer in Gethsemane Mt.26.36-46 (Gethsemane) -[ Mt.26.36-46 → ] - Mk.14.32-42, Lk.22.39-46 | |
37 | καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἠρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. | ||
38 | τότε λέγει αὐτοῖς, Περίλυπός ἐστιν ἡ ψυχή μου ἑως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ' ἐμοῦ. | ||
39 | καὶ προελθὼν μικρὸν ἐπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων, Πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελθάτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλ' ὡς σύ. | ||
40 | καὶ ἐρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ, οὑτως οὐκ ἰσχύσατε μίαν ὡραν γρηγορῆσαι μετ' ἐμοῦ; | ||
41 | γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν Πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής. | ||
42 | πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων, Πάτερ μου, εἰ οὐ δύναται τοῦτο παρελθεῖν ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου. | ||
43 | καὶ ἐλθὼν πάλιν εὗρεν αὐτοὺς καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι. | ||
44 | καὶ ἀφεὶς αὐτοὺς πάλιν ἀπελθὼν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν πάλιν. | ||
45 | τότε ἐρχεται πρὸς τοὺς μαθητὰς καὶ λέγει αὐτοῖς, Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθὲ; ἰδοὺ ἤγγικεν ἡ ὡρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀμαρτωλῶν. | ||
46 | ἐγείρεσθε, ἀγωμεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με. | ||
47 | Καὶ ἐτι αὐτοῦ λαλοῦντος ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθεν καὶ μετ' αὐτοῦ ὀχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. | The Betrayal and Arrest of Jesus Mt.26.47-56 ( Gethsemane ) -[ Mt.26.47-56 → ] - Mk.14.43-50, Lk.22.47-53, Jn.18.3-12 | |
48 | ὁ δὲ παραδιδοὺς αὐτὸν ἐδωκεν αὐτοῖς σημεῖον λέγων, Ὅν ἂν φιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτόν. | ||
49 | καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπεν, Χαῖρε, Ῥαββί· καὶ κατεφίλησεν αὐτόν. | ||
50 | ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Ἑταῖρε, ἐφ' ὃ πάρει. τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν. | ||
51 | καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. | ||
52 | τότε λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἀπόστρεψον τὴν μάχαιράν σου εἰς τὸν τόπον αὐτῆς, πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρῃ ἀπολοῦνται. | ||
53 | ἢ δοκεῖς ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι ἀρτι πλείω δώδεκα λεγιῶνας ἀγγέλων; | ||
54 | πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὑτως δεῖ γενέσθαὶ; | ||
55 | Ἐν ἐκείνῃ τῇ ὡρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὀχλοις, Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν μὲ καθ' ἡμέραν ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων καὶ οὐκ ἐκρ ατήσατέ με. | ||
56 | τοῦτο δὲ ὁλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἐφυγον. | ||
57 | Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὁπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν. | Jesus before the Council Mt.26.57-68 (Jerusalem) -[ Mt.26.57-68 → ] - Mk.14.53-65, Lk.22.54-55, Jn.18.13-14, Jn.18.19-24 | |
58 | ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἑως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἐσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος. | ||
59 | οἱ δὲ ἀρχιερεῖς καὶ τὸ συνέδριον ὁλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὁπως αὐτὸν θανατώσωσιν, | ||
60 | καὶ οὐχ εὗρον πολλῶν προσελθόντων ψευδομαρτύρων. ὑστερον δὲ προσελθόντες δύο | ||
61 | εἶπαν, Οὗτος ἐφη, Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι. | ||
62 | καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ, Οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν; | ||
63 | ὁ δὲ Ἰησοῦς ἐσιώπα. καὶ ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ, Ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἰπῃς εἰ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ. | ||
64 | λέγει αὐτῷ ὁ Ἰησοῦς, Σὺ εἶπας· πλὴν λέγω ὑμῖν, καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. | - hereafter you will see the Son of man Mt.26.64 - Ps.110.1, Dn.7.13 | |
65 | τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ λέγων, Ἐβλασφήμησεν· τί ἐτι χρείαν ἐχομεν μαρΤύρων; ἰδε νῦν ἠκούσατε τὴν βλασφημίαν· | ||
66 | τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπαν, Ἔνοχος θανάτου ἐστίν. | ||
67 | Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐράπισαν | ||
68 | λέγοντες, Προφήτευσον ἡμῖν, Χριστέ, τίς ἐστιν ὁ παίσας σὲ; | ||
69 | Ὁ δὲ Πέτρος ἐκάθητο ἐξω ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα, Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου. | Peter's Denial of Jesus Mt.26.69-75 (Jerusalem) -[ Mt.26.69-75 → ] - Mk.14.66-72, Lk.22.56-62, Jn.18.15-18, Jn.18.25-27 | |
70 | ὁ δὲ ἠρνήσατο ἐμπροσθεν πάντων λέγων, Οὐκ οἶδα τί λέγεις. | ||
71 | ἐξελθόντα δὲ εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἀλλη καὶ λέγει τοῖς ἐκεῖ, Οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου. | ||
72 | καὶ πάλιν ἠρνήσατο μετὰ ὁρκου ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. | ||
73 | μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ, Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ, καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ. | ||
74 | τότε ἠρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν. | ||
75 | καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος Ἰησοῦ εἰρηκότος ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με· καὶ ἐξελθὼν ἐξω ἐκλαυσεν πικρῶς. | ||
<< | ΜΘ:26 | >> |
---|