8 | ΚΑΤΑ ΛΟΥΚΑΝ | ||
1 | Καὶ ἐγένετο ἐν τῷ καθεξῆς καὶ αὐτὸς διώδευεν κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ θεοῦ, καὶ οἱ δώδεκα σὺν αὐτῷ, | Some Women Accompany Jesus Lk.8.1-3 (Galilee) - | |
2 | καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία ἡ καλουμένη Μαγδαληνή, ἀφ' ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει, | ||
3 | καὶ Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου καὶ Σουσάννα καὶ ἑτεραι πολλαί, αἱτινες διηκόνουν αὐτοῖς ἐκ τῶν ὑπαρχόντων αὐταῖς. | ||
4 | Συνιόντος δὲ ὀχλου πολλοῦ καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτὸν εἶπεν διὰ παραβολῆς, | The Parable of the Sower Lk.8.4-8 (Plain of Gennesaret) -[ Lk.8.4-8 → ] - Mt.13.1-9, Mk.4.1-9 | |
5 | Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἐπεσεν παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό. | ||
6 | καὶ ἑτερον κατέπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἐχειν ἰκμάδα. | ||
7 | καὶ ἑτερον ἐπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἀκανθαι ἀπέπνιξαν αὐτό. | ||
8 | καὶ ἑτερον ἐπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησεν καρπὸν ἑκατονταπλασίονα. ταῦτα λέγων ἐφώνει, Ὁ ἐχων ὦτα ἀκούειν ἀκουέτω. | ||
9 | Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ τίς αὑτη εἰη ἡ παραβολή. | The Purpose of the Parables Lk.8.9-10 (Plain of Gennesaret) -[ Lk.8.9-10 → ] - Mt.13.10-17, Mk.4.10-12 | |
10 | ὁ δὲ εἶπεν, Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα | - seeing they may not see Lk.8.10 - Is.6.9-10 | |
11 | Ἔστιν δὲ αὑτη ἡ παραβολή· Ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ θεοῦ. | The Parable of the Sower Explained Lk.8.11-15[ Lk.8.11-15 → ] - Mt.13.18-23, Mk.4.13-20 | |
12 | οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούσαντες, εἶτα ἐρχεται ὁ διάβολος καὶ αἰρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν. | ||
13 | οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὁταν ἀκούσωσιν μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἐχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσιν καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται. | ||
14 | τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται καὶ οὐ τελεσφοροῦσιν. | ||
15 | τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἱτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κατέχουσιν καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ. | ||
16 | Οὐδεὶς δὲ λύχνον ἀψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ' ἐπὶ λυχνίας τίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τὸ φῶς. | The parable about a lamp under a bowl Lk.8.16-18[ Lk.8.16-18 → ] - Mk.4.21-25 | |
17 | οὐ γάρ ἐστιν κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ μὴ γνωσθῇ καὶ εἰς φανερὸν ἐλθῃ. | ||
18 | βλέπετε οὖν πῶς ἀκούετε· ὃς ἂν γὰρ ἐχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς ἂν μὴ ἐχῃ, καὶ ὃ δοκεῖ ἐχειν ἀρθήσεται ἀπ' αὐτοῦ. | ||
19 | Παρεγένετο δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὀχλον. | The Mother and Brothers of Jesus Lk.8.19-21[ Lk.8.19-21 → ] - Mt.12.46-50, Mk.3.31-35 | |
20 | ἀπηγγέλη δὲ αὐτῷ, Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἐξω ἰδεῖν θέλοντές σε. | ||
21 | ὁ δὲ ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς, Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ θεοῦ ἀκούοντες καὶ ποιοῦντες. | ||
22 | Ἐγένετο δὲ ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ εἶπεν πρὸς αὐτούς, Διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης· καὶ ἀνήχθησαν. | The Calming of a Storm Lk.8.22-25 (Sea of Gennesaret) -[ Lk.8.22-25 → ] - Mt.8.23-27, Mk.4.35-41 | |
23 | πλεόντων δὲ αὐτῶν ἀφύπνωσεν. καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο καὶ ἐκινδύνευον. | ||
24 | προσελθόντες δὲ διήγειραν αὐτὸν λέγοντες, Ἐπιστάτα ἐπιστάτα, ἀπολλύμεθα. ὁ δὲ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὑδατος· καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλή νη. | ||
25 | εἶπεν δὲ αὐτοῖς, Ποῦ ἡ πίστις ὑμῶν; φοβηθέντες δὲ ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους, Τίς ἀρα οὗτός ἐστιν ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὑδατι, καὶ ὑπακούου σιν αὐτῷ; | ||
26 | Καὶ κατέπλευσαν εἰς τὴν χώραν τῶν Γερασηνῶν, ἡτις ἐστὶν ἀντιπέρα τῆς Γαλιλαίας. | The Healing of the Gadarene Demoniacs Lk.8.26-39 (Gergesa) -[ Lk.8.26-39 → ] - Mt.8.28-34, Mk.5.1-20 | |
27 | ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν ἀνήρ τις ἐκ τῆς πόλεως ἐχων δαιμόνια· καὶ χρόνῳ ἱκανῷ οὐκ ἐνεδύσατο ἱμάτιον, καὶ ἐν οἰκίᾳ οὐκ ἐμενεν ἀλλ' ἐν τοῖς μνήμασιν. | ||
28 | ἰδὼν δὲ τὸν Ἰησοῦν ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπεν, Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστοὺ δέομαί σου, μή με βασανίσῃς. | ||
29 | παρήγγειλεν γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεύετο ἀλύσεσιν καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τ ὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαιμονίου εἰς τἀς ἐρήμους. | ||
30 | ἐπηρώτησεν δὲ αὐτὸν ὁ Ἰησοῦς, Τί σοι ὀνομά ἐστιν; ὁ δὲ εἶπεν, Λεγιών, ὅτι εἰσῆλθεν δαιμόνια πολλὰ εἰς αὐτόν. | ||
31 | καὶ παρεκάλουν αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἀβυσσον ἀπελθεῖν. | ||
32 | Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένη ἐν τῷ ὀρει· καὶ παρεκάλεσαν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς. | ||
33 | ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὡρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη. | ||
34 | ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγονὸς ἐφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. | ||
35 | ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονὸς καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν, καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον ἀφ' οὗ τὰ δαιμόνια ἐξῆλθεν ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐφοβήθησαν. | ||
36 | ἀπήγγειλαν δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς. | ||
37 | καὶ ἠρώτησεν αὐτὸν ἀπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γερασηνῶν ἀπελθεῖν ἀπ' αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς εἰς πλοῖον ὑπέστρεψεν. | ||
38 | ἐδεῖτο δὲ αὐτοῦ ὁ ἀνὴρ ἀφ' οὗ ἐξεληλύθει τὰ δαιμόνια εἶναι σὺν αὐτῷ· ἀπέλυσεν δὲ αὐτὸν λέγων, | ||
39 | Ἡπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὁσα σοι ἐποίησεν ὁ θεός. καὶ ἀπῆλθεν καθ' ὁλην τὴν πόλιν κηρύσσων ὁσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς. | ||
40 | Ἐν δὲ τῷ ὑποστρέφειν τὸν Ἰησοῦν ἀπεδέξατο αὐτὸν ὁ ὀχλος, ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν. | Jairus' Daughter and the Woman who Touched Jesus' Garment Lk.8.40-56 (Capernaum) -[ Lk.8.40-56 → ] - Mt.9.18-26, Mk.5.21-43 | |
41 | καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὀνομα Ἰάϊρος, καὶ οὗτος ἀρχων τῆς συναγωγῆς ὑπῆρχεν, καὶ πεσὼν παρὰ τοὺς πόδας | Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ,||
42 | ὁτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα καὶ αὐτὴ ἀπέθνῃσκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὀχλοι συνέπνιγον αὐτόν. | ||
43 | καὶ γυνὴ οὖσα ἐν ῥύσει αἱματος ἀπὸ ἐτῶν δώδεκα, ἡτις | οὐκ ἰσχυσεν ἀπ' οὐδενὸς θεραπευθῆναι,||
44 | προσελθοῦσα ὀπισθεν ἡψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἐστη ἡ ῥύσις τοῦ αἱματος αὐτῆς. | ||
45 | καὶ εἶπεν ὁ Ἰησοῦς, Τίς ὁ ἀψάμενός μοὺ ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος, Ἐπιστάτα, οἱ ὀχλοι συνέχουσίν σε καὶ ἀποθλίβουσιν. | ||
46 | ὁ δὲ Ἰησοῦς εἶπεν, Ἡψατό μού τις, ἐγὼ γὰρ ἐγνων δύναμιν ἐξεληλυθυῖαν ἀπ' ἐμοῦ. | ||
47 | ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἐλαθεν τρέμουσα ἦλθεν καὶ προσπεσοῦσα αὐτῷ δῖ ἣν αἰτίαν ἡψατο αὐτοῦ ἀπήγγειλεν ἐνώπιον παντὸς τοῦ λαοῦ καὶ ὡς ἰάθη παραχρῆμα. | ||
48 | ὁ δὲ εἶπεν αὐτῇ, Θυγάτηρ, ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην. | ||
49 | Ἐτι αὐτοῦ λαλοῦντος ἐρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων ὅτι Τέθνηκεν ἡ θυγάτηρ σου, μηκέτι σκύλλε τὸν διδάσκαλον. | ||
50 | ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ, Μὴ φοβοῦ, μόνον πίστευσον, καὶ σωθήσεται. | ||
51 | ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν τινα σὺν αὐτῷ εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα. | ||
52 | ἐκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. ὁ δὲ εἶπεν, Μὴ κλαίετε, οὐ γὰρ ἀπέθανεν ἀλλὰ καθεύδει. | ||
53 | καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. | ||
54 | αὐτὸς δὲ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησεν λέγων, Ἡ παῖς, ἐγειρε. | ||
55 | καὶ ἐπέστρεψεν τὸ Πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. | ||
56 | καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός. | ||
<< | ΛΚ:8 | >> |
---|