6 | ΚΑΤΑ ΛΟΥΚΑΝ | ||
1 | Ἐγένετο δὲ ἐν σαββάτῳ διαπορεύεσθαι αὐτὸν διὰ σπορίμων, καὶ ἐτιλλον οἱ μαθηταὶ αὐτοῦ καὶ ἠσθιον τοὺς στάχυας ψώχοντες ταῖς χερσίν. | Plucking Grain on the Sabbath Lk.6.1-5 (Galilee) -[ Lk.6.1-5 → ] - Mt.12.1-8, Mk.2.23-28 | |
2 | τινὲς δὲ τῶν Φαρισαίων εἶπαν, Τί ποιεῖτε ὃ οὐκ ἐξεστιν τοῖς σάββασιν; | ||
3 | καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ Ἰησοῦς, Οὐδὲ τοῦτο ἀνέγνωτε ὃ ἐποίησεν Δαυὶδ ὅτε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ' αὐτοῦ ; | ||
4 | εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ τοὺς ἀρτους τῆς προθέσεως λαβὼν ἐφαγεν καὶ ἐδωκεν τοῖς μετ' αὐτοῦ, οὓς οὐκ ἐξεστιν φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς; | ||
5 | καὶ ἐλεγεν αὐτοῖς, Κύριός ἐστιν τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου. | ||
6 | Ἐγένετο δὲ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν· καὶ ἦν ἄνθρωπος ἐκεῖ καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά· | The Man with a Withered Hand Lk.6.6-11 (Capernaum) -[ Lk.6.6-11 → ] - Mt.12.9-14, Mk.3.1-6 | |
7 | παρετηροῦντο δὲ αὐτὸν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι εἰ ἐν τῷ σαββάτῳ θεραπεύει, ἵνα εὑρωσιν κατηγορεῖν αὐτοῦ. | ||
8 | αὐτὸς δὲ ᾐδει τοὺς διαλογισμοὺς αὐτῶν, εἶπεν δὲ τῷ ἀνδρὶ τῷ ξηρὰν ἐχοντι τὴν χεῖρα, Ἔγειρε καὶ στῆθι εἰς τὸ μέσον· καὶ ἀναστὰς ἐστη. | ||
9 | εἶπεν δὲ ὁ Ἰησοῦς πρὸς αὐτούς, Ἐπερωτῶ ὑμᾶς, εἰ ἐξεστιν τῷ σαββάτῳ ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀπολέσαὶ; | ||
10 | καὶ περιβλεψάμενος πάντας αὐτοὺς εἶπεν αὐτῷ, Ἔκτεινον τὴν χεῖρά σου. ὁ δὲ ἐποίησεν, καὶ ἀπεκατεστάθη ἡ χεὶρ αὐτοῦ. | ||
11 | αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας, καὶ διελάλουν πρὸς ἀλλήλους τί ἂν ποιήσαιεν τῷ Ἰησοῦ. | ||
12 | Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις ἐξελθεῖν αὐτὸν εἰς τὸ ὀρος προσεύξασθαι, καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ θεοῦ. | The Choosing of the Twelve Lk.6.12-16 (Galilee) -[ Lk.6.12-16 → ] - Mt.10.1-4, Mk.3.13-19 | |
13 | καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησεν τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπ' αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασεν, | ||
14 | Σίμωνα, ὃν καὶ ὠνόμασεν Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, καὶ Ἰάκωβον καὶ Ἰωάννην καὶ Φίλιππον καὶ Βαρθολομαῖον | ||
15 | καὶ Μαθθαῖον καὶ Θωμᾶν καὶ Ἰάκωβον Ἀλφαίου καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτὴν | ||
16 | καὶ Ἰούδαν Ἰακώβου καὶ Ἰούδαν Ἰσκαριώθ, ὃς ἐγένετο προδότης. | ||
17 | Καὶ καταβὰς μετ' αὐτῶν ἐστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὀχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἰερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, | Ministering to a Great Multitude Lk.6.17-19[ Lk.6.17-19 → ] - Mt.4.23-25 | |
18 | οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ἐνοχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων ἐθεραπεύοντο. | ||
19 | καὶ πᾶς ὁ ὀχλος ἐζήτουν ἀπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ' αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. | ||
20 | Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἐλεγεν, ὁτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ. | Blessings and Woes Lk.6.20-26 (Galilee) -[ Lk.6.20-26 → ] - Mt.5.1-12 | |
21 | μακάριοι οἱ πεινῶντες νῦν, ὁτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὁτι γελάσετε. | ||
22 | μακάριοί ἐστε ὁταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὁταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσιν καὶ ἐκβάλωσιν τὸ ὀνομα ὑμῶν ὡς πονηρὸν ἑνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου· | ||
23 | χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε, ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν. | ||
24 | Πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὁτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν. | ||
25 | οὐαὶ ὑμῖν, οἱ ἐμπεπλησμένοι νῦν, ὁτι πεινάσετε. οὐαί, οἱ γελῶντες νῦν, ὁτι πενθήσετε καὶ κλαύσετε. | ||
26 | οὐαὶ ὁταν ὑμᾶς καλῶς εἰπωσιν πάντες οἱ ἄνθρωποι, κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν. | ||
27 | Ἀλλὰ ὑμῖν λέγω τοῖς ἀκούουσιν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, | Love for Enemies Lk.6.27-36[ Lk.6.27-36 → ] - Mt.5.43-48, Lk.6.27-28 | |
28 | εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, προσεύχεσθε περὶ τῶν ἐπηρεαζόντων ὑμᾶς. | ||
29 | τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα πάρεχε καὶ τὴν ἀλλην, καὶ ἀπὸ τοῦ αἰροντός σου τὸ ἱμάτιον καὶ τὸν χιτῶνα μὴ κωλύσῃς. | ||
30 | παντὶ αἰτοῦντί σε δίδου, καὶ ἀπὸ τοῦ αἰροντος τὰ σὰ μὴ ἀπαίτει. | ||
31 | καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, ποιεῖτε αὐτοῖς ὁμοίως. | ||
32 | καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; καὶ γὰρ οἱ ἀμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσιν. | ← | |
33 | καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; καὶ οἱ ἀμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσιν. | ||
34 | καὶ ἐὰν δανίσητε παρ' ὧν ἐλπίζετε λαβεῖν, ποία ὑμῖν χάρις ; καὶ ἀμαρτωλοὶ ἀμαρτωλοῖς δανίζουσιν ἵνα ἀπολάβωσιν τὰ ἰσα. | ||
35 | πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανίζετε μηδὲν ἀπελπίζοντες· καὶ ἐσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἐσεσθε υἱοὶ ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. | ||
36 | Γίνεσθε οἰκτίρμονες καθὼς ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν. | ||
37 | Καὶ μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε· καὶ μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε. ἀπολύετε, καὶ ἀπολυθήσεσθε· | Judging Others Lk.6.37-42[ Lk.6.37-42 → ] - Mt.7.1-6, Lk.6.37-38 | |
38 | δίδοτε, καὶ δοθήσεται ὑμῖν· μέτρον καλὸν πεπιεσμένον σεσαλευμένον ὑπερεκχυννόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν· ᾧ γὰρ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν. | ||
39 | Εἶπεν δὲ καὶ παραβολὴν αὐτοῖς· Μήτι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν; οὐχὶ ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνταὶ; | ||
40 | οὐκ ἐστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, κατηρτισμένος δὲ πᾶς ἐσται ὡς ὁ διδάσκαλος αὐτοῦ. | ||
41 | Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς; | ||
42 | πῶς δύνασαι λέγειν τῷ ἀδελφῷ σου, Ἀδελφέ, ἀφες ἐκβάλω τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ σου, αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σοῦ δοκὸν οὐ βλέπων; ὑποκριτά, ἐκβαλε πρῶτον τὴν δο κὸν ἐκ τοῦ ὀφθαλμοῦ σοῦ, καὶ τότε δαιβλέψειν τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σ | ||
43 | Οὐ γάρ ἐστιν δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν, οὐδὲ πάλιν δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν. | A Tree Known by its Fruit Lk.6.43-45[ Lk.6.43-45 → ] - Mt.7.17-20, Mt.12.34b-35 | |
44 | ἑκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται· οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσιν σῦκα, οὐδὲ ἐκ βάτου σταφυλὴν τρυγῶσιν. | ||
45 | ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προφέρει τὸ ἀγαθόν, καὶ ὁ πονηρὸς ἐκ τοῦ πονηροῦ προφέρει τὸ πονηρόν· ἐκ γὰρ περισσεύματος καρδίας λαλεῖ τὸ στόμα αὐτ οῦ. | ||
46 | Τί δέ με καλεῖτε, Κύριε κύριε, καὶ οὐ ποιεῖτε ἂ λέγὼ; | The Two Foundations Lk.6.46-49 (Galilee) -[ Lk.6.46-49 → ] - Mt.7.24-27 | |
47 | πᾶς ὁ ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς, ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὁμοιος· | ||
48 | ὁμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν ὃς ἐσκαψεν καὶ ἐβάθυνεν καὶ ἐθηκεν θεμέλιον ἐπὶ τὴν πέτραν· πλημμύρης δὲ γενομένης προσέρηξεν ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, κ αὶ οὐκ ἰσχυσεν σαλεῦσαι αὐτὺν διὰ τὸ καλῶς οἰκοδομῆσθαι αὐτήν. | ||
49 | ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας ὁμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου, ᾗ προσέρηξεν ὁ ποταμός, καὶ εὐθὺς συνέπεσεν, καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα. | ||
<< | ΛΚ:6 | >> |
---|