4 | ΚΑΤΑ ΛΟΥΚΑΝ | ||
1 | Ἰησοῦς δὲ πλήρης πνεύματος ἀγίου ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου, | The Temptation of Jesus Lk.4.1-13 (Wilderness of Judaea) -[ Lk.4.1-13 → ] - Mt.4.1-11, Mk.1.12-13 | |
2 | καὶ ἠγετο ἐν τῷ πνεύματι ἐν τῇ ἐρήμῳ (2) ἡμέρας τεσσεράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου. καὶ οὐκ ἐφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ συντελεσθεισῶν αὐτῶν ἐπείνασεν. | ||
3 | Εἶπεν δὲ αὐτῷ ὁ διάβολος, Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἀρτος. | ||
4 | καὶ ἀπεκρίθη πρὸς αὐτὸν ὁ Ἰησοῦς, Γέγραπται ὅτι Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος. | - Man shall not live by bread alone Lk.4.4 - Dt.8.3 | |
5 | Καὶ ἀναγαγὼν αὐτὸν ἐδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου· | ||
6 | καὶ εἶπεν αὐτῷ ὁ διάβολος, Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἀπασαν καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται καὶ ᾧ ἐὰν θέλω δίδωμι αὐτήν· | ||
7 | σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιον ἐμοῦ, ἐσται σοῦ πᾶσα. | ||
8 | καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Γέγραπται, καὶ αὐτῷ μόνῳ λατρεύσεις. | - You shall worship the Lord your God Lk.4.8 - Dt.6.13-14 | |
9 | Ἤγαγεν δὲ αὐτὸν εἰς Ἰερουσαλὴμ καὶ ἐστησεν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἶπεν αὐτῷ, Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω· | ||
10 | γέγραπται γὰρ ὅτι τοῦ διαφυλάξαι σε, | - 'He will give his angels charge of you Lk.4.10 - Ps.91.11-12 | |
11 | καὶ ὅτι μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. | ||
12 | καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Εἰρηται, Oὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου. | - You shall not tempt the Lord your God. Lk.4.12 - Dt.6.16 | |
13 | Καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπ' αὐτοῦ ἀχρι καιροῦ. | ||
14 | Καὶ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν Γαλιλαίαν. καὶ φήμη ἐξῆλθεν καθ' ὁλης τῆς περιχώρου περὶ αὐτοῦ. | The Beginning of the Galilean Ministry Lk.4.14-15 (Galilee) - c.29ce[ Lk.4.14-15 → ] - Mt.4.12-17, Mk.1.14-15 | |
15 | καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν, δοξαζόμενος ὑπὸ πάντων. | ||
16 | καὶ ἦλθεν εἰς Nαζαρά, οὗ ἦν τεθραμμένος, καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι. | The Rejection of Jesus at Nazareth Lk.4.16-30 (Nazareth) -[ Lk.4.16-30 → ] - Mt.13.53-58, Mk.6.1-6 | |
17 | καὶ ἐπεδόθη αὐτῷ βιβλίον τοῦ προφήτου Ἠσαΐου, καὶ ἀναπτύξας τὸ βιβλίον εὗρεν τὸν τόπον οὗ ἦν γεγραμμένον, | ||
18 | Πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν με κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, | - The Spirit of the Lord is upon me Lk.4.18 - Is.61.1-2, Is.58.6 | |
19 | κηρύξαι ἐνιαυτὸν κυρίου δεκτόν. | - to proclaim the acceptable year of the Lord. Lk.4.19 - Lv.25.10 | |
20 | καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν· καὶ πάντων οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ. | ||
21 | ἠρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι Σήμερον πεπλήρωται ἡ γραφὴ αὑτη ἐν τοῖς ὠσὶν ὑμῶν. | ||
22 | Καὶ πάντες ἐμαρΤύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἐλεγον, Οὐχὶ υἱός ἐστιν Ἰωσὴφ οὗτος; | ||
23 | καὶ εἶπεν πρὸς αὐτούς, Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην· Ἰατρέ, θεράπευσον σεαυτόν· ὁσα ἠκούσαμεν γενόμενα εἰς τὴν Καφαρναοὺμ ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου. | ||
24 | εἶπεν δέ, Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ. | ||
25 | ἐπ' ἀληθείας δὲ λέγω ὑμῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἐτη τρία καὶ μῆνας ἑξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν, | ||
26 | καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας εἰ μὴ εἰς Σάρεπτα τῆς Σιδωνίας πρὸς γυναῖκα χήραν. | ||
27 | καὶ πολλοὶ λεπροὶ ἦσαν ἐν τῷ Ἰσραὴλ ἐπὶ Ἐλισαίου τοῦ προφήτου, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη εἰ μὴ Ναιμὰν ὁ Σύρος. | ||
28 | καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα, | ||
29 | καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἐξω τῆς πόλεως, καὶ ἠγαγον αὐτὸν ἑως ὀφρύος τοῦ ὀρους ἐφ' οὗ ἡ πόλις ᾠκοδόμητο αὐτῶν, ὡστε κατακρημνίσαι αὐτόν· | ||
30 | αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο. | ||
31 | Καὶ κατῆλθεν εἰς Καφαρναοὺμ πόλιν τῆς Γαλιλαίας. καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασιν· | ← The Man with an Unclean Spirit Lk.4.31-37 (Nazareth) -[ Lk.4.31-37 → ] - Mk.1.21-28 | |
32 | καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ. | ||
33 | καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἐχων Πνεῦμα δαιμονίου ἀκαθάρτου, καὶ ἀνέκραξεν φωνῇ μεγάλῃ, | ||
34 | Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Nαζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἀγιος τοῦ θεοῦ. | ||
35 | καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων, Φιμώθητι καὶ ἐξελθε ἀπ' αὐτοῦ. καὶ ῥίψαν αὐτὸν τὸ δαιμόνιον εἰς τὸ μέσον ἐξῆλθεν ἀπ' αὐτοῦ μηδὲν βλάψαν αὐτόν. | ||
36 | καὶ ἐγένετο θάμβος ἐπὶ πάντας, καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες, τίς ὁ λόγος οὗτος, ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασιν, καὶ ἐξέρχονταὶ; | ||
37 | καὶ ἐξεπορεύετο ἦχος περὶ αὐτοῦ εἰς πάντα τόπον τῆς περιχώρου. | ||
38 | Ἀναστὰς δὲ ἀπὸ τῆς συναγωγῆς εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος. πενθερὰ δὲ τοῦ Σίμωνος ἦν συνεχομένη πυρετῷ μεγάλῳ, καὶ ἠρώτησαν αὐτὸν περὶ αὐτῆς. | The Healing of Many People Lk.4.38-41 (Capernaum) -[ Lk.4.38-41 → ] - Mt.8.14-17, Mk.1.29-34 | |
39 | καὶ ἐπιστὰς ἐπάνω αὐτῆς ἐπετίμησεν τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτήν· παραχρῆμα δὲ ἀναστᾶσα διηκόνει αὐτοῖς. | ||
40 | Δύνοντος δὲ τοῦ ἡλίου ἀπαντες ὁσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἠγαγον αὐτοὺς πρὸς αὐτόν· ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ἐπιτιθεὶς ἐθεράπευεν αὐτούς. | ||
41 | ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν, κραυγάζοντα καὶ λέγοντα ὅτι σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ. καὶ ἐπιτιμῶν οὐκ εἰα αὐτὰ λαλεῖν, ὅτι ᾐδεισαν τὸν Χριστὸν αὐτὸν εἶναι. | ||
42 | Γενομένης δὲ ἡμέρας ἐξελθὼν ἐπορεύθη εἰς ἐρημον τόπον· καὶ οἱ ὀχλοι ἐπεζήτουν αὐτόν, καὶ ἦλθον ἑως αὐτοῦ, καὶ κατεῖχον αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπ' αὐτῶν. | A Preaching Tour Lk.4.42-44 (Galilee) -[ Lk.4.42-44 → ] - Mk.1.35-39 | |
43 | ὁ δὲ εἶπεν πρὸς αὐτοὺς ὅτι Καὶ ταῖς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δεῖ τὴν βασιλείαν τοῦ θεοῦ, ὅτι ἐπὶ τοῦτο ἀπεστάλην. | ||
44 | καὶ ἦν κηρύσσων εἰς τὰς συναγωγὰς τῆς Ἰουδαίας. | ||
<< | ΛΚ:4 | >> |
---|