3 | ΚΑΤΑ ΛΟΥΚΑΝ | ||
1 | ἐν ἐτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, καὶ τετρααρχοῦντος τῆς Γαλιλαίας Ἡρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτο ῦ τετρααρχοῦντος τῆς Ἰτουραιας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς Ἀβ | The Preaching of John the Baptist Lk.3.1-20 c.29ce[ Lk.3.1-20 → ] - Mt.3.1-12, Mk.1.1-8, Jn.1.19-28 | |
2 | ἐπὶ ἀρχιερέως Ἅννα καὶ Καϊάφα, ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάννην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ. | ||
3 | καὶ ἦλθεν εἰς πᾶσαν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἀφεσιν ἀμαρτιῶν, | ||
4 | ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἠσαΐου τοῦ προφήτου, ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. | - The voice of one crying in the wilderness Prepare the way of the Lord, make his paths straight. Lk.3.4-6 - Is.40.3-5 | |
5 | πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθείαν καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας· | ||
6 | καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ. | ||
7 | Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὀχλοις βαπτισθῆναι ὑπ' αὐτοῦ, Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; | ||
8 | ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἀρξησθε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἐχομεν τὸν Ἀβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τε κνα τῷ Ἀβραάμ. | ||
9 | ἠδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. | ||
10 | Καὶ ἐπηρώτων αὐτὸν οἱ ὀχλοι λέγοντες, Τί οὖν ποιήσωμεν; | ||
11 | ἀποκριθεὶς δὲ ἐλεγεν αὐτοῖς, Ὁ ἐχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἐχοντι, καὶ ὁ ἐχων βρώματα ὁμοίως ποιείτω. | ||
12 | ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι καὶ εἶπαν πρὸς αὐτόν, Διδάσκαλε, τί ποιήσωμεν; | ||
13 | ὁ δὲ εἶπεν πρὸς αὐτούς, Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε. | ||
14 | ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες, Τί ποιήσωμεν καὶ ἡμεῖς; καὶ εἶπεν αὐτοῖς, Μηδένα διασείσητε μηδὲ συκοφαντήσητε, καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν. | ||
15 | Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μήποτε αὐτὸς εἰη ὁ Χριστός, | ||
16 | ἀπεκρίνατο λέγων πᾶσιν ὁ Ἰωάννης, Ἐγὼ μὲν ὑδατι βαπτίζω ὑμᾶς· ἐρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἀγίῳ καὶ πυρί· | ||
17 | οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ διακαθᾶραι τὴν ἀλωνα αὐτοῦ καὶ συναγαγεῖν τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἀχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. | ||
18 | Πολλὰ μὲν οὖν καὶ ἑτερα παρακαλῶν εὐηγγελίζετο τὸν λαόν· | ||
19 | ὁ δὲ Ἡρῴδης ὁ τετραάρχης, ἐλεγχόμενος ὑπ' αὐτοῦ περὶ Ἡρῳδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησεν πονηρῶν ὁ Ἡρῴδης, | ||
20 | προσέθηκεν καὶ τοῦτο ἐπὶ πᾶσιν κατέκλεισεν τὸν Ἰωάννην ἐν φυλακῇ. | ||
21 | Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἀπαντα τὸν λαὸν καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν | ← The Baptism of Jesus Lk.3.21-22 (Jordan) - c.29ce[ Lk.3.21-22 → ] - Mt.3.13-17, Mk.1.9-11 | |
22 | καὶ καταβῆναι τὸ Πνεῦμα τὸ ἀγιον σωματικῷ εἰδει ὡς περιστερὰν ἐπ' αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι, | ||
23 | Καὶ αὐτὸς ἦν Ἰησοῦς ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα, ὢν υἱός, ὡς ἐνομίζετο, Ἰωσὴφ τοῦ Ἠλὶ | The Genealogy of Jesus Lk.3.23-38[ Lk.3.23-38 → ] - Mt.1.1-17 | |
24 | τοῦ Μαθθὰτ τοῦ Λευὶ τοῦ Μελχὶ τοῦ Ἰανναὶ τοῦ Ἰωσὴφ | ||
25 | τοῦ Ματταθίου τοῦ Ἀμὼς τοῦ Ναοὺμ τοῦ Ἑσλὶ τοῦ Ναγγαὶ | ||
26 | τοῦ Μάαθ τοῦ Ματταθίου τοῦ Σεμεῒν τοῦ Ἰωσὴχ τοῦ Ἰωδὰ | ||
27 | τοῦ Ἰωανὰν τοῦ Ῥησὰ τοῦ Ζοροβαβὲλ τοῦ Σαλαθιὴλ τοῦ Νηρὶ | ||
28 | τοῦ Μελχὶ τοῦ Ἀδδὶ τοῦ Κωσὰμ τοῦ Ἐλμαδὰμ τοῦ Ἢρ | ||
29 | τοῦ Ἰησοῦ τοῦ Ἐλιέζερ τοῦ Ἰωρὶμ τοῦ Μαθθὰτ τοῦ Λευὶ | ||
30 | τοῦ Συμεὼν τοῦ Ἰούδα τοῦ Ἰωσὴφ τοῦ Ἰωνὰμ τοῦ Ἐλιακὶμ | ||
31 | τοῦ Μελεὰ τοῦ Μεννὰ τοῦ Ματταθὰ τοῦ Ναθὰμ τοῦ Δαυὶδ | ||
32 | τοῦ Ἰεσσαὶ τοῦ Ἰωβὴδ τοῦ Βόος τοῦ Σαλὰ τοῦ Ναασσὼν | ||
33 | τοῦ Ἀμιναδὰβ τοῦ Ἀδμὶν τοῦ Ἀρνὶ τοῦ Ἑσρὼμ τοῦ Φάρες τοῦ Ἰούδα | ||
34 | τοῦ Ἰακὼβ τοῦ Ἰσαὰκ τοῦ Ἀβραὰμ τοῦ Θάρα τοῦ Ναχὼρ | ||
35 | τοῦ Σεροὺχ τοῦ Ῥαγαὺ τοῦ Φάλεκ τοῦ Ἐβερ τοῦ Σαλὰ | ||
36 | τοῦ Καϊνὰμ τοῦ Ἀρφαξὰδ τοῦ Σὴμ τοῦ Νῶε τοῦ Λάμεχ | ||
37 | τοῦ Μαθουσαλὰ τοῦ Ἑνὼχ τοῦ Ἰάρετ τοῦ Μαλελεὴλ τοῦ Καϊνὰμ | ||
38 | τοῦ Ἐνὼς τοῦ Σὴθ τοῦ Ἀδὰμ τοῦ Θεοῦ. | ||
<< | ΛΚ:3 | >> |
---|