|
21 | ΚΑΤΑ ΛΟΥΚΑΝ |
|
1 |
Ἀναβλέψας δὲ εἶδεν τοὺς βάλλοντας εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν πλουσίους. | The Widow's Offering Lk.21.1-4 (Jerusalem) -[ Lk.21.1-4 → ] - Mk.12.41-44 |
2 |
εἶδεν δέ τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ λεπτὰ δύο, | |
3 |
καὶ εἶπεν, Ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα αὑτη ἡ πτωχὴ πλεῖον πάντων ἐβαλεν· | |
4 |
πάντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἐβαλον εἰς τὰ δῶρα, αὑτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς πάντα τὸν βίον ὃν εἶχεν ἐβαλεν. | |
5 |
Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται, εἶπεν, | The Destruction of the Temple Foretold Lk.21.5-6[ Lk.21.5-6 → ] - Mt.24.1-2, Mk.13.1-2 |
6 |
Ταῦτα ἂ θεωρεῖτε, ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ λίθῳ ὃς οὐ καταλυθήσεται. | |
7 |
Ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες, Διδάσκαλε, πότε οὖν ταῦτα ἐσται, καὶ τί τὸ σημεῖον ὁταν μέλλῃ ταῦτα γίνεσθαὶ; | ← |
8 |
ὁ δὲ εἶπεν, βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, Ἐγώ εἰμι· καί, Ὁ καιρὸς Ἤγγικεν· μὴ πορευθῆτε ὀπίσω αὐτῶν. | Signs and Persecutions Lk.21.8-19[ Lk.21.8-19 → ] - Mt.24.3-14, Mk.13.3-13 |
9 |
ὁταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ' οὐκ εὐθέως τὸ τέλος. | |
10 |
Τότε ἐλεγεν αὐτοῖς, Ἐγερθήσεται ἐθνος ἐπ' ἐθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, | |
11 |
σεισμοί τε μεγάλοι καὶ κατὰ τόπους λιμοὶ καὶ λοιμοὶ ἐσονται, φόβητρά τε καὶ ἀπ' οὐρανοῦ σημεῖα μεγάλα ἐσται. | |
12 |
πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ' ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς τὰς συναγωγὰς καὶ φυλακάς, ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἑνεκεν τοῦ ὀνο ματός μου· | |
13 |
ἀποβήσεται ὑμῖν εἰς μαρτύριον. | |
14 |
θέτε οὖν ἐν ταῖς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι, | |
15 |
ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν ἀπαντες οἱ ἀντικείμενοι ὑμῖν. | |
16 |
παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν, | |
17 |
καὶ ἐσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὀνομά μου. | |
18 |
καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. | |
19 |
ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν. | |
20 |
Ὅταν δὲ ἰδητε κυκλουμένην ὑπὸ στρατοπέδων Ἰερουσαλήμ, τότε γνῶτε ὅτι Ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς. | The Destruction of Jerusalem Foretold Lk.21.20-24 (Olivet) -[ Lk.21.20-24 → ] - Mt.24.15-21, Mk.13.14-19 |
21 |
τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὀρη, καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν, καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν, | |
22 |
ὁτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν τοῦ πλησθῆναι πάντα τὰ γεγραμμένα. | |
23 |
οὐαὶ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἐσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς καὶ ὀργὴ τῷ λαῷ τούτῳ, | |
24 |
καὶ πεσοῦνται στόματι μαχαίρης καὶ αἰχμαλωτισθήσονται εἰς τὰ ἐθνη πάντα, καὶ Ἰερουσαλὴμ ἐσται πατουμένη ὑπὸ ἐθνῶν, ἀχρι οὗ πληρωθῶσιν καιροὶ ἐθνῶν. | |
25 |
Καὶ ἐσονται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἀστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ ἠχους θαλάσσης καὶ σάλου, | The Coming of the Son of Man Lk.21.25-28[ Lk.21.25-28 → ] - Mt.24.29-31, Mk.13.24-37 |
26 |
ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ, αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. | - For the powers of the heavens will be shaken Lk.21.26 - Is.34.4 |
27 |
καὶ τότε ὀψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. | - the Son of man coming in a cloud with power and great glory Lk.21.27 - Dn.7.13 |
28 |
ἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν. | |
29 |
Καὶ εἶπεν παραβολὴν αὐτοῖς· Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα· | The Lesson of the Fig Tree Lk.21.29-33 (Olivet) -[ Lk.21.29-33 → ] - Mt.24.32-35, Mk.13.28-31 |
30 |
ὁταν προβάλωσιν ἠδη, βλέποντες ἀφ' ἑαυτῶν γινώσκετε ὅτι ἠδη ἐγγὺς τὸ θέρος ἐστίν· | |
31 |
οὑτως καὶ ὑμεῖς, ὁταν ἰδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ θεοῦ. | |
32 |
ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὑτη ἑως ἂν πάντα γένηται. | |
33 |
ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται. | |
34 |
Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ ἐπιστῇ ἐφ' ὑμᾶς αἰφνίδιος ἡ ἡμέρα ἐκείνη· | Exhortation to Watch Lk.21.34-38 (Olivet) - |
35 |
ὡς παγὶς. ἐπεισελεύσεται γὰρ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς. | |
36 |
ἀγρυπνεῖτε δὲ ἐν παντὶ καιρῷ δεόμενοι ἵνα κατισχύσητε ἐκφυγεῖν ταῦτα πάντα τὰ μέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἐμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου. | |
37 |
Ἦν δὲ τὰς ἡμέρας ἐν τῷ ἱερῷ διδάσκων, τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὀρος τὸ καλούμενον Ἐλαιῶν· | |
38 |
καὶ πᾶς ὁ λαὸς ὠρθριζεν πρὸς αὐτὸν ἐν τῷ ἱερῷ ἀκούειν αὐτοῦ. | |
|
|
<< | ΛΚ:21 | >> |
|