katapi New Study Bible - select-a-version
katapi HOME << >>
New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΚΑΤΑ ΛΟΥΚΑΝ | GNT: contents | | by passage | search---> | GO TO highlighted passage ↓ | in flowing text | select- | 2 | -versions | notes

21ΚΑΤΑ ΛΟΥΚΑΝ

1 Ἀναβλέψας δὲ εἶδεν τοὺς βάλλοντας εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν πλουσίους. The Widow's Offering Lk.21.1-4 (Jerusalem) -[ Lk.21.1-4 → ] - Mk.12.41-44
2 εἶδεν δέ τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ λεπτὰ δύο,  
3 καὶ εἶπεν, Ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα αὑτη ἡ πτωχὴ πλεῖον πάντων ἐβαλεν·  
4 πάντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἐβαλον εἰς τὰ δῶρα, αὑτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς πάντα τὸν βίον ὃν εἶχεν ἐβαλεν.  
5 Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται, εἶπεν,

The Destruction of the Temple Foretold Lk.21.5-6[ Lk.21.5-6 → ] - Mt.24.1-2, Mk.13.1-2
6 Ταῦτα ἂ θεωρεῖτε, ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ λίθῳ ὃς οὐ καταλυθήσεται.  
7 Ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες, Διδάσκαλε, πότε οὖν ταῦτα ἐσται, καὶ τί τὸ σημεῖον ὁταν μέλλῃ ταῦτα γίνεσθαὶ;

 
8 ὁ δὲ εἶπεν, βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, Ἐγώ εἰμι· καί, Ὁ καιρὸς Ἤγγικεν· μὴ πορευθῆτε ὀπίσω αὐτῶν.

Signs and Persecutions Lk.21.8-19[ Lk.21.8-19 → ] - Mt.24.3-14, Mk.13.3-13
9 ὁταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ' οὐκ εὐθέως τὸ τέλος.  
10 Τότε ἐλεγεν αὐτοῖς, Ἐγερθήσεται ἐθνος ἐπ' ἐθνος καὶ βασιλεία ἐπὶ βασιλείαν,

 
11 σεισμοί τε μεγάλοι καὶ κατὰ τόπους λιμοὶ καὶ λοιμοὶ ἐσονται, φόβητρά τε καὶ ἀπ' οὐρανοῦ σημεῖα μεγάλα ἐσται.  
12 πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ' ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς τὰς συναγωγὰς καὶ φυλακάς, ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἑνεκεν τοῦ ὀνο ματός μου·

 
13 ἀποβήσεται ὑμῖν εἰς μαρτύριον.  
14 θέτε οὖν ἐν ταῖς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι,  
15 ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν ἀπαντες οἱ ἀντικείμενοι ὑμῖν.  
16 παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν,  
17 καὶ ἐσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὀνομά μου.  
18 καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται.  
19 ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.  
20 Ὅταν δὲ ἰδητε κυκλουμένην ὑπὸ στρατοπέδων Ἰερουσαλήμ, τότε γνῶτε ὅτι Ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς. The Destruction of Jerusalem Foretold Lk.21.20-24 (Olivet) -[ Lk.21.20-24 → ] - Mt.24.15-21, Mk.13.14-19
21 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὀρη, καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν, καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν,  
22 ὁτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν τοῦ πλησθῆναι πάντα τὰ γεγραμμένα.  
23 οὐαὶ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἐσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς καὶ ὀργὴ τῷ λαῷ τούτῳ,

 
24 καὶ πεσοῦνται στόματι μαχαίρης καὶ αἰχμαλωτισθήσονται εἰς τὰ ἐθνη πάντα, καὶ Ἰερουσαλὴμ ἐσται πατουμένη ὑπὸ ἐθνῶν, ἀχρι οὗ πληρωθῶσιν καιροὶ ἐθνῶν.

 
25 Καὶ ἐσονται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἀστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ ἠχους θαλάσσης καὶ σάλου,

The Coming of the Son of Man Lk.21.25-28[ Lk.21.25-28 → ] - Mt.24.29-31, Mk.13.24-37
26 ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ, αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. - For the powers of the heavens will be shaken Lk.21.26 - Is.34.4
27 καὶ τότε ὀψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.

- the Son of man coming in a cloud with power and great glory Lk.21.27 - Dn.7.13
28 ἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν.  
29 Καὶ εἶπεν παραβολὴν αὐτοῖς· Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα· The Lesson of the Fig Tree Lk.21.29-33 (Olivet) -[ Lk.21.29-33 → ] - Mt.24.32-35, Mk.13.28-31
30 ὁταν προβάλωσιν ἠδη, βλέποντες ἀφ' ἑαυτῶν γινώσκετε ὅτι ἠδη ἐγγὺς τὸ θέρος ἐστίν·  
31 οὑτως καὶ ὑμεῖς, ὁταν ἰδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ θεοῦ.

 
32 ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὑτη ἑως ἂν πάντα γένηται.

 
33 ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται.  
34 Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ ἐπιστῇ ἐφ' ὑμᾶς αἰφνίδιος ἡ ἡμέρα ἐκείνη· Exhortation to Watch Lk.21.34-38 (Olivet) -
35 ὡς παγὶς. ἐπεισελεύσεται γὰρ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς.  
36 ἀγρυπνεῖτε δὲ ἐν παντὶ καιρῷ δεόμενοι ἵνα κατισχύσητε ἐκφυγεῖν ταῦτα πάντα τὰ μέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἐμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.  
37 Ἦν δὲ τὰς ἡμέρας ἐν τῷ ἱερῷ διδάσκων, τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὀρος τὸ καλούμενον Ἐλαιῶν·  
38 καὶ πᾶς ὁ λαὸς ὠρθριζεν πρὸς αὐτὸν ἐν τῷ ἱερῷ ἀκούειν αὐτοῦ.

 
    << | ΛΚ:21 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.