20 | ΚΑΤΑ ΛΟΥΚΑΝ | ||
1 | Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις, | The Authority of Jesus Questioned Lk.20.1-8 (Jerusalem) - Passover, c.30ce[ Lk.20.1-8 → ] - Mt.21.23-27, Mk.11.27-33 | |
2 | καὶ εἶπαν λέγοντες πρὸς αὐτόν, Εἰπὸν ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην. | ||
3 | ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς, Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον, καὶ εἰπατέ μοι· | ||
4 | Τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; | ||
5 | οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι Ἐὰν εἰπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ, Διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ; | ||
6 | ἐὰν δὲ εἰπωμεν, Ἐξ ἀνθρώπων, ὁ λαὸς ἀπας καταλιθάσει ἡμᾶς, πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι. | ||
7 | καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν. | ||
8 | καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. | ||
9 | Ἢρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· Ἄνθρωπός ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν χρόνους ἱκανούς. | The Parable of the Vineyard and the Tenants Lk.20.9-19 (Jerusalem) -[ Lk.20.9-19 → ] - Mt.21.33-46, Mk.12.1-12, Is.5.1 | |
10 | καὶ καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δώσουσιν αὐτῷ· οἱ δὲ γεωργοὶ ἐξαπέστειλαν αὐτὸν δείραντες κενόν. | ||
11 | καὶ προσέθετο ἑτερον πέμψαι δοῦλον· οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν. | ||
12 | καὶ προσέθετο τρίτον πέμψαι· οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον. | ||
13 | εἶπεν δὲ ὁ κύριος τοῦ ἀμπελῶνος, Τί ποιήσὼ πέμψω; τὸν υἱόν μου τὸν ἀγαπητόν· ἰσως τοῦτον ἐντραπήσονται. | ||
14 | ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ἀλλήλους λέγοντες, Οὗτός ἐστιν ὁ κληρονόμος· ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία. | ||
15 | καὶ ἐκβαλόντες αὐτὸν ἐξω τοῦ ἀμπελῶνος ἀπέκτειναν. τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος; | ||
16 | ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἀλλοις. ἀκούσαντες δὲ εἶπαν, Μὴ γένοιτο. | ||
17 | ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν, Τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο· οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίασ; | - The very stone which the builders rejected Lk.20.17-18 - Ps.118.22 | |
18 | πᾶς ὁ πεσὼν ἐπ' ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφ' ὃν δ' ἂν πέσῃ, λικμήσει αὐτόν. | ||
19 | Καὶ ἐζήτησαν οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς ἐπιβαλεῖν ἐπ' αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὡρᾳ, καὶ ἐφοβήθησαν τὸν λαόν· ἐγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς εἶπεν τὴν παραβολὴν ταύτην. | Paying Taxes to Caesar Lk.20.19-26[ Lk.20.19-26 → ] - Mt.22.15-22, Mk.12.13-17 | |
20 | Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου, ὡστε παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόν ος. | ||
21 | καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες, Διδάσκαλε, οἰδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλ' ἐπ' ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις· | ||
22 | ἐξεστιν ἡμᾶς Καίσαρι φόρον δοῦναι ἢ οὒ; | ||
23 | κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπεν πρὸς αὐτούς, | ||
24 | Δείξατέ μοι δηνάριον· τίνος ἐχει εἰκόνα καὶ ἐπιγραφήν; οἱ δὲ εἶπαν, Καίσαρος. | ||
25 | ὁ δὲ εἶπεν πρὸς αὐτούς, Τοίνυν ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. | ||
26 | καὶ οὐκ ἰσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ, καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν. | ||
27 | Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ λέγοντες ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτὸν | The Question about the Resurrection Lk.20.27-40 (Jerusalem) -[ Lk.20.27-40 → ] - Mt.22.23-33, Mk.12.18-27 | |
28 | λέγοντες, Διδάσκαλε, Μωϋσῆς ἐγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἐχων γυναῖκα, καὶ οὗτος ἀτεκνος ᾖ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. | ||
29 | ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἀτεκνος· | ||
30 | καὶ ὁ δεύτερος | ||
31 | καὶ ὁ τρίτος ἐλαβεν αὐτήν, ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ οὐ κατέλιπον τέκνα καὶ ἀπέθανον. | ||
32 | ὑστερον καὶ ἡ γυνὴ ἀπέθανεν. | ||
33 | ἡ γυνὴ οὖν ἐν τῇ ἀναστάσει τίνος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἐσχον αὐτὴν γυναῖκα. | ||
34 | καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ γαμίσκονται, | ||
35 | οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὐτε γαμοῦσιν οὐτε γαμίζονται· | ||
36 | οὐδὲ γὰρ ἀποθανεῖν ἐτι δύνανται, ἰσάγγελοι γάρ εἰσιν, καὶ υἱοί εἰσιν θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες. | ||
37 | ὁτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει κύριον τὸν θεὸν Ἀβραὰμ καὶ θεὸν Ἰσαὰκ καὶ θεὸν Ἰακώβ· | - even Moses showed, in the passage about the bush Lk.20.37 - Ex.3.2-6 | |
38 | θεὸς δὲ οὐκ ἐστιν νεκρῶν ἀλλὰ ζώντων, πάντες γὰρ αὐτῷ ζῶσιν. | ||
39 | ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπαν, Διδάσκαλε, καλῶς εἶπας· | ||
40 | οὐκέτι γὰρ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν. | ||
41 | Εἶπεν δὲ πρὸς αὐτούς, Πῶς λέγουσιν τὸν Χριστὸν εἶναι Δαυὶδ υἱόν; | The Question about David's Son Lk.20.41-44 (Jerusalem) -[ Lk.20.41-44 → ] - Mt.22.41-46, Mk.12.35-37 | |
42 | αὐτὸς γὰρ Δαυὶδ λέγει ἐν βίβλῳ ψαλμῶν, Κάθου ἐκ δεξιῶν μου | - The Lord said to my Lord Lk.20.42-44 - Ps.110.1 | |
43 | ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. | ||
44 | Δαυὶδ οὖν κύριον αὐτὸν καλεῖ, καὶ πῶς αὐτοῦ υἱός ἐστιν; | ||
45 | Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ εἶπεν τοῖς μαθηταῖς , | ← The Denouncing of the Scribes Lk.20.45-47[ Lk.20.45-47 → ] - Mt.23.1-36, Mk.12.38-40, Lk.11.37-54 | |
46 | Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις , | ||
47 | οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται· οὗτοι λήμψονται περισσότερον κρίμα. | ||
<< | ΛΚ:20 | >> |
---|