|
15 | ΚΑΤΑ ΛΟΥΚΑΝ |
|
1 |
Ἦσαν δὲ αὐτῷ ἐγγίζοντες πάντες οἱ τελῶναι καὶ οἱ ἀμαρτωλοὶ ἀκούειν αὐτοῦ. | The Parable of the Lost Sheep Lk.15.1-7 (Peraea) -[ Lk.15.1-7 → ] - Mt.18.12-14 |
2 |
καὶ διεγόγγυζον οἱ τε Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι Οὗτος ἀμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς. | |
3 |
εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων, | |
4 |
Τίς ἄνθρωπος ἐξ ὑμῶν ἐχων ἑκατὸν πρόβατα καὶ ἀπολέσας ἐξ αὐτῶν ἓν οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς ἑως εὑρῃ αὐτό; | |
5 |
καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὠμους αὐτοῦ χαίρων, | |
6 |
καὶ ἐλθὼν εἰς τὸν οἶκον συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας λέγων αὐτοῖς, Συγχάρητέ μοι, ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός. | |
7 |
λέγω ὑμῖν ὅτι οὑτως χαρὰ ἐν τῷ οὐρανῷ ἐσται ἐπὶ ἑνὶ ἀμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἱτινες οὐ χρείαν ἐχουσιν μετανοίας. | |
8 |
Ἢ τίς γυνὴ δραχμὰς ἐχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἀπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς ἑως οὗ εὑρῃ; | The Parable of the Lost Coin Lk.15.8-10 (Peraea) - |
9 |
καὶ εὑροῦσα συγκαλεῖ τὰς φίλας καὶ γείτονας λέγουσα, Συγχάρητέ μοι, ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα. | |
10 |
οὑτως, λέγω ὑμῖν, γίνεται χαρὰ ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ ἐπὶ ἑνὶ ἀμαρτωλῷ μετανοοῦντι. | |
11 |
Εἶπεν δέ, Ἄνθρωπός τις εἶχεν δύο υἱούς. | The Parable of the Lost Son Lk.15.11-32 (Peraea) - |
12 |
καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί, Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. ὁ δὲ διεῖλεν αὐτοῖς τὸν βίον. | |
13 |
καὶ μετ' οὐ πολλὰς ἡμέρας συναγαγὼν πάντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως. | |
14 |
δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ἰσχυρὰ κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἠρξατο ὑστερεῖσθαι. | |
15 |
καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἐπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους· | |
16 |
καὶ ἐπεθύμει χορτασθῆναι ἐκ τῶν κερατίων ὧν ἠσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. | |
17 |
εἰς ἑαυτὸν δὲ ἐλθὼν ἐφη, Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύονται ἀρτων, ἐγὼ δὲ λιμῷ ὧδε ἀπόλλυμαι. | |
18 |
ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ, Πάτερ, ἡμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, | |
19 |
οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἑνα τῶν μισθίων σου. | |
20 |
καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα ἑαυτοῦ. ἐτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν. | |
21 |
εἶπεν δὲ ὁ υἱὸς αὐτῷ, Πάτερ, ἡμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου. | |
22 |
εἶπεν δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ, Ταχὺ ἐξενέγκατε στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας, | |
23 |
καὶ φέρετε τὸν μόσχον τὸν σιτευτόν, θύσατε καὶ φαγόντες εὐφρανθῶμεν, | |
24 |
ὁτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν, ἦν ἀπολωλὼς καὶ εὑρέθη. καὶ ἠρξαντο εὐφραίνεσθαι. | |
25 |
Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἠγγισεν τῇ οἰκίᾳ, ἠκουσεν συμφωνίας καὶ χορῶν, | |
26 |
καὶ προσκαλεσάμενος ἑνα τῶν παίδων ἐπυνθάνετο τί ἂν εἰη ταῦτα. | |
27 |
ὁ δὲ εἶπεν αὐτῷ ὅτι Ὁ ἀδελφός σου ἡκει, καὶ ἐθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν. | |
28 |
ὠργίσθη δὲ καὶ οὐκ ἠθελεν εἰσελθεῖν. ὁ δὲ πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν. | |
29 |
ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρὶ αὐτοῦ, Ἰδοὺ τοσαῦτα ἐτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἐδωκας ἐριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ· | |
30 |
ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν ἦλθεν, ἐθυσας αὐτῷ τὸν σιτευτὸν μόσχον. | |
31 |
ὁ δὲ εἶπεν αὐτῷ, Τέκνον, σὺ πάντοτε μετ' ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν· | |
32 |
εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἐδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἐζησεν, καὶ ἀπολωλὼς καὶ εὑρέθη. | |
|
|
<< | ΛΚ:15 | >> |
|