katapi New Study Bible - select-a-version
katapi HOME << >>
New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΚΑΤΑ ΛΟΥΚΑΝ | GNT: contents | | by passage | search---> | GO TO highlighted passage ↓ | in flowing text | select- | 2 | -versions | notes

14ΚΑΤΑ ΛΟΥΚΑΝ

1 Καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων σαββάτῳ φαγεῖν ἀρτον καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν. The Healing of the Man with Dropsy Lk.14.1-6 (Peraea) -
2 καὶ ἰδοὺ ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἐμπροσθεν αὐτοῦ.  
3 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων, Ἔξεστιν τῷ σαββάτῳ θεραπεῦσαι ἢ οὒ;  
4 οἱ δὲ ἡσύχασαν. καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν καὶ ἀπέλυσεν.  
5 καὶ πρὸς αὐτοὺς εἶπεν, Τίνος ὑμῶν υἱὸς ἢ βοῦς εἰς φρέαρ πεσεῖται, καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ἐν ἡμέρᾳ τοῦ σαββάτοὺ;

 
6 καὶ οὐκ ἰσχυσαν ἀνταποκριθῆναι πρὸς ταῦτα.  
7 Ἔλεγεν δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς, A Lesson to Guests and a Host Lk.14.7-14 (Peraea) -
8 Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν, μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπ' αὐτοῦ,  
9 καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι, Δὸς τούτῳ τόπον, καὶ τότε ἀρξῃ μετὰ αἰσχύνης τὸν ἐσχατον τόπον κατέχειν.  
10 ἀλλ' ὁταν κληθῇς πορευθεὶς ἀνάπεσε εἰς τὸν ἐσχατον τόπον, ἵνα ὁταν ἐλθῃ ὁ κεκληκώς σε ἐρεῖ σοι, Φίλε, προσανάβηθι ἀνώτερον· τότε ἐσται σοι δόξα ἐνώπιον πάντων τῶν συνα νακειμένων σοι.  
11 ὁτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.  
12 Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν, Ὅταν ποιῇς ἀριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενεῖς σου μηδὲ γείτονας πλουσίους, μήποτε καὶ αὐτοὶ ἀντικαλέσωσίν σε καὶ γένηται ἀνταπόδομά σοι.

 
13 ἀλλ' ὁταν δοχὴν ποιῇς, κάλει πτωχούς, ἀναπείρους, χωλούς, τυφλούς·  
14 καὶ μακάριος ἐσῃ, ὅτι οὐκ ἐχουσιν ἀνταποδοῦναί σοι, ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.  
15 Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῷ, Μακάριος ὁστις φάγεται ἀρτον ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. The Parable of the Great Banquet Lk.14.15-24 (Peraea) -[ Lk.14.15-24 → ] - Mt.22.1-10
16 ὁ δὲ εἶπεν αὐτῷ, Ἄνθρωπός τις ἐποίει δεῖπνον μέγα, καὶ ἐκάλεσεν πολλούς,  
17 καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὡρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις, Ἔρχεσθε, ὅτι ἠδη ἑτοιμά ἐστιν.  
18 καὶ ἠρξαντο ἀπὸ μιᾶς πάντες παραιτεῖσθαι. ὁ πρῶτος εἶπεν αὐτῷ, Ἀγρὸν ἠγόρασα καὶ ἐχω ἀνάγκην ἐξελθὼν ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἐχε με παρῃτημένον.  
19 καὶ ἑτερος εἶπεν, Ζεύγη βοῶν ἠγόρασα πέντε καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἐχε με παρῃτημένον.  
20 καὶ ἑτερος εἶπεν, Γυναῖκα ἐγημα καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν.  
21 καὶ παραγενόμενος ὁ δοῦλος ἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ, Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπείρους καὶ τυφλοὺς καὶ χωλοὺς εἰσάγαγε ὧδε.

 
22 καὶ εἶπεν ὁ δοῦλος, Κύριε, γέγονεν ὃ ἐπέταξας, καὶ ἐτι τόπος ἐστίν.  
23 καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον, Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ μου ὁ οἶκος·  
24 λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου.

 
25 Συνεπορεύοντο δὲ αὐτῷ ὀχλοι πολλοί, καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς, The Cost of Discipleship Lk.14.25-33 (Peraea) -[ Lk.14.25-33 → ] - Mt.10.37-38
26 Εἴ τις ἐρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα ἑαυτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἐτι τε καὶ τὴν ψυχὴν ἑαυτοῦ, οὐ δύναται εἶναί μου μαθητής.  
27 ὁστις οὐ βαστάζει τὸν σταυρὸν ἑαυτοῦ καὶ ἐρχεται ὀπίσω μου οὐ δύναται εἶναί μου μαθητής.  
28 τίς γὰρ ἐξ ὑμῶν θέλων πύργον οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἐχει εἰς ἀπαρτισμόν;

 
29 ἵνα μήποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι πάντες οἱ θεωροῦντες ἀρξωνται αὐτῷ ἐμπαίζειν  
30 λέγοντες ὅτι Οὗτος ὁ ἄνθρωπος ἠρξατο οἰκοδομεῖν καὶ οὐκ ἰσχυσεν ἐκτελέσαι.  
31 ἢ τίς βασιλεὺς πορευόμενος ἑτέρῳ βασιλεῖ συμβαλεῖν εἰς πόλεμον οὐχὶ καθίσας πρῶτον βουλεύσεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ὑπαντῆσαι τῷ μετὰ εἰκοσι χιλιάδων ἐρχομέν ῳ ἐπ' αὐτόν;  
32 εἰ δὲ μή γε, ἐτι αὐτοῦ πόρρω ὀντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ τὰ πρὸς εἰρήνην.  
33 οὑτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν οὐ δύναται εἶναί μου μαθητής.

 
34 Καλὸν οὖν τὸ ἀλας· ἐὰν δὲ καὶ τὸ ἀλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεταὶ;

Tasteless Salt Lk.14.34-35[ Lk.14.34-35 → ] - Mt.5.13-16, Mk.9.50
35 οὐτε εἰς γῆν οὐτε εἰς κοπρίαν εὐθετόν ἐστιν· ἐξω βάλλουσιν αὐτό. ὁ ἐχων ὦτα ἀκούειν ἀκουέτω.

 
    << | ΛΚ:14 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.