|
13 | ΚΑΤΑ ΛΟΥΚΑΝ |
|
1 |
Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων ὧν τὸ αἷμα Πιλᾶτος ἐμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν. | Repent or Perish Lk.13.1-5 (Judaea) - |
2 |
καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἀμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι ταῦτα πεπόνθασιν; | |
3 |
οὐχί, λέγω ὑμῖν, ἀλλ' ἐὰν μὴ μετανοῆτε πάντες ὁμοίως ἀπολεῖσθε. | |
4 |
ἢ ἐκεῖνοι οἱ δεκαοκτὼ ἐφ' οὓς ἐπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι αὐτοὶ ὀφειλέται ἐγένοντο παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς κατοικοῦντας Ἰερουσαλήμ; | |
5 |
οὐχί, λέγω ὑμῖν, ἀλλ' ἐὰν μὴ μετανοῆτε πάντες ὡσαύτως ἀπολεῖσθε. | |
6 |
Ἔλεγεν δὲ ταύτην τὴν παραβολήν· Συκῆν εἶχέν τις πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ, καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν. | The Parable of the Barren Fig Tree Lk.13.6-9 (Judaea) - |
7 |
εἶπεν δὲ πρὸς τὸν ἀμπελουργόν, Ἰδοὺ τρία ἐτη ἀφ' οὗ ἐρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω. ἐκκοψον αὐτήν· ἵνατί καὶ τὴν γῆν καταργεῖ; | |
8 |
ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ, Κύριε, ἀφες αὐτὴν καὶ τοῦτο τὸ ἐτος, ἑως ὁτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια· | |
9 |
κἂν μὲν ποιήσῃ καρπὸν εἰς τὸ μέλλον - εἰ δὲ μή γε, ἐκκόψεις αὐτήν. | |
10 |
Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασιν. | The Healing of a Crippled Woman on the Sabbath Lk.13.10-17 (Judaea) - |
11 |
καὶ ἰδοὺ γυνὴ Πνεῦμα ἐχουσα ἀσθενείας ἐτη δεκαοκτώ, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές. | |
12 |
ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησεν καὶ εἶπεν αὐτῇ, Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου, | |
13 |
καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη, καὶ ἐδόξαζεν τὸν θεόν. | |
14 |
ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἐλεγεν τῷ ὀχλῳ ὅτι Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν αὐταῖς οὖν ἐρχόμε νοι θεραπεύεσθε καὶ μὴ τῇ ἡμέρα τοῦ σαββάτου. | |
15 |
ἀπεκρίθη δὲ αὐτῷ ὁ κύριος καὶ εἶπεν, Ὑποκριταί, ἑκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὀνον ἀπὸ τῆς φάτνης καὶ ἀπαγαγὼν ποτίζεὶ; | |
16 |
ταύτην δὲ θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἐδησεν ὁ Σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἐτη, οὐκ ἐδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτοὺ; | |
17 |
καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πᾶς ὁ ὀχλος ἐχαιρεν ἐπὶ πᾶσιν τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ' αὐτοῦ. | |
18 |
Ἔλεγεν οὖν, Τίνι ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ, καὶ τίνι ὁμοιώσω αὐτήν; | The Parables of the Mustard Seed and the Leaven Lk.13.18-21 (Judaea) -[ Lk.13.18-21 → ] - Mt.13.31-33, Mk.4.31-32 |
19 |
ὁμοία ἐστὶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἐβαλεν εἰς κῆπον ἑαυτοῦ, καὶ ηὐξησεν καὶ ἐγένετο εἰς δένδρον, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐ τοῦ. | |
20 |
Καὶ πάλιν εἶπεν, Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ θεοῦ; | |
21 |
ὁμοία ἐστὶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ έκρυψεν εἰς ἀλεύρου σάτα τρία ἑως οὗ ἐζυμώθη ὁλον. | |
22 |
Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς Ἱεροσόλυμα. | The Narrow Door Lk.13.22-30 (Peraea) -[ Lk.13.22-30 → ] - Mt.7.13-14, Mt.7.21-23 |
23 |
εἶπεν δέ τις αὐτῷ, Κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοὶ; ὁ δὲ εἶπεν πρὸς αὐτούς, | |
24 |
Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς θύρας, ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν. | |
25 |
ἀφ' οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἀρξησθε ἐξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες, Κύριε, ἀνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν, Οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ. | ← |
26 |
τότε ἀρξεσθε λέγειν, Ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας· | |
27 |
καὶ ἐρεῖ λέγων ὑμῖν, Οὐκ οἶδα πόθεν ἐστέ· ἀπόστητε ἀπ' ἐμοῦ, πάντες ἐργάται ἀδικίας. | |
28 |
ἐκεῖ ἐσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὁταν ὀψησθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἐ ξω. | |
29 |
καὶ ἡξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀπὸ βορρᾶ καὶ νότου καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. | |
30 |
καὶ ἰδοὺ εἰσὶν ἐσχατοι οἳ ἐσονται πρῶτοι, καὶ εἰσὶν πρῶτοι οἳ ἐσονται ἐσχατοι. | |
31 |
Ἐν αὐτῇ τῇ ὡρᾳ προσῆλθάν τινες Φαρισαῖοι λέγοντες αὐτῷ, Ἔξελθε καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρῴδης θέλει σε ἀποκτεῖναι. | The Lament over Jerusalem Lk.13.31-36 (Peraea) -[ Lk.13.31-36 → ] - Mt.23.37-39 |
32 |
καὶ εἶπεν αὐτοῖς, Πορευθέντες εἰπατε τῇ ἀλώπεκι ταύτῃ, Ἰδοὺ ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἀποτελῶ σήμερον καὶ αὐριον, καὶ τῇ τρίτῃ τελειοῦμαι. | |
33 |
πλὴν δεῖ με σήμερον καὶ αὐριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι, ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἐξω Ἰερουσαλήμ. | |
34 |
Ἰερουσαλὴμ Ἰερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου ὃν τρόπον ὀρνις τὴν ἑαυτῆς νοσσι ὰν ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. | |
35 |
ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν. λέγω ὑμῖν, οὐ μὴ ἰδητέ με ἑως εἰπητε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. | - Blessed is he who comes Lk.13.35 - Ps.118.26 |
|
|
<< | ΛΚ:13 | >> |
|