12 | ΚΑΤΑ ΛΟΥΚΑΝ | ||
1 | Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὀχλου, ὡστε καταπατεῖν ἀλλήλους, ἠρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον, Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης, ἡτις ἐστὶν ὑπόκ ρισις, τῶν Φαρισαίων. | A Warning against Hypocrisy Lk.12.1-3 (Judaea) - | |
2 | οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται. | ||
3 | ἀνθ' ὧν ὁσα ἐν τῇ σκοτίᾳ εἰπατε ἐν τῷ φωτὶ ἀκουσθήσεται, καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις κηρυχθήσεται ἐπὶ τῶν δωμάτων. | ||
4 | Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου, μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι. | Whom to Fear Lk.12.4-7[ Lk.12.4-7 → ] - Mt.10.28-31 | |
5 | ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ἐχοντα ἐξουσίαν ἐμβαλεῖν εἰς τὴν γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε. | ||
6 | οὐχὶ πέντε στρουθία πωλοῦνται ἀσσαρίων δύὸ καὶ ἓν ἐξ αὐτῶν οὐκ ἐστιν ἐπιλελησμένον ἐνώπιον τοῦ θεοῦ. | ||
7 | ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. μὴ φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε. | ||
8 | Λέγω δὲ ὑμῖν, πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἐμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἐμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ· | Confessing Christ before Men Lk.12.8-12[ Lk.12.8-12 → ] - Mt.10.32-33, Mt.12.32, Mt.10.19-20 | |
9 | ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ. | ||
10 | καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ ἀγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. | ← | |
11 | ὁταν δὲ εἰσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνήσητε πῶς ἢ τί ἀπολογήσησθε ἢ τί εἰπητε· | ||
12 | τὸ γὰρ ἀγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὡρᾳ ἂ δεῖ εἰπεῖν. | ||
13 | Εἶπεν δέ τις ἐκ τοῦ ὀχλου αὐτῷ, Διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετ' ἐμοῦ τὴν κληρονομίαν. | The Parable of the Rich Fool Lk.12.13-21 | |
14 | ὁ δὲ εἶπεν αὐτῷ, Ἄνθρωπε, τίς με κατέστησεν κριτὴν ἢ μεριστὴν ἐφ' ὑμᾶς; | ||
15 | εἶπεν δὲ πρὸς αὐτούς, Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ πάσης πλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτῷ. | ||
16 | Εἶπεν δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων, Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα. | ||
17 | καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων, Τί ποιήσω, ὅτι οὐκ ἐχω ποῦ συνάξω τοὺς καρπούς μοὺ; | ||
18 | καὶ εἶπεν, Τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὸν σῖτον καὶ τὰ ἀγαθά μου, | ||
19 | καὶ ἐρῶ τῇ ψυχῇ μου, Ψυχή, ἐχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἐτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου. | ||
20 | εἶπεν δὲ αὐτῷ ὁ θεός, Ἄφρων, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἂ δὲ ἡτοίμασας, τίνι ἐσταὶ; | ||
21 | οὑτως ὁ θησαυρίζων ἑαυτῷ καὶ μὴ εἰς θεὸν πλουτῶν. | ||
22 | Εἶπεν δὲ πρὸς τοὺς μαθητάς , Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ τί φάγητε, μηδὲ τῷ σώματι τί ἐνδύσησθε. | Care and Anxiety Lk.12.22-34 (Judaea) -[ Lk.12.22-34 → ] - Mt.6.25-34 | |
23 | ἡ γὰρ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος. | ||
24 | κατανοήσατε τοὺς κόρακας ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οἷς οὐκ ἐστιν ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν. | ||
25 | τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται ἐπὶ τὴν ἡλικίαν αὐτοῦ προσθεῖναι πῆχυν; | ||
26 | εἰ οὖν οὐδὲ ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτὲ; | ||
27 | κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. | ||
28 | εἰ δὲ ἐν ἀγρῷ τὸν χόρτον ὀντα σήμερον καὶ αὐριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὑτως ἀμφιέζει, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι. | ||
29 | καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε καὶ τί πίητε, καὶ μὴ μετεωρίζεσθε· | ||
30 | ταῦτα γὰρ πάντα τὰ ἐθνη τοῦ κόσμου ἐπιζητοῦσιν· ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων. | ||
31 | πλὴν ζητεῖτε τὴν βασιλείαν αὐτοῦ, καὶ ταῦτα προστεθήσεται ὑμῖν. | ||
32 | Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν. | ||
33 | Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὁπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθε ίρει· | ||
34 | ὁπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἐσται. | ||
35 | Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι, | Watchful Servants Lk.12.35-48 (Judaea) -[ Lk.12.35-48 → ] - Mt.24.45-51 | |
36 | καὶ ὑμεῖς ὁμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν πότε ἀναλύσῃ ἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ. | ||
37 | μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας· ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς καὶ παρελθὼν διακονήσει αὐτοῖς. | ||
38 | κἂν ἐν τῇ δευτέρᾳ κἂν ἐν τῇ τρίτῃ φυλακῇ ἐλθῃ καὶ εὑρῃ οὑτως, μακάριοί εἰσιν ἐκεῖνοι. | ||
39 | τοῦτο δὲ γινώσκετε ὅτι εἰ ᾐδει ὁ οἰκοδεσπότης ποίᾳ ὡρᾳ ὁ κλέπτης ἐρχεται, οὐκ ἂν ἀφῆκεν διορυχθῆναι τὸν οἶκον αὐτοῦ. | ||
40 | καὶ ὑμεῖς γίνεσθε ἑτοιμοι, ὅτι ᾗ ὡρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἐρχεται. | ||
41 | Εἶπεν δὲ ὁ Πέτρος, Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις ἢ καὶ πρὸς πάντας; | ||
42 | καὶ εἶπεν ὁ κύριος, Τίς ἀρα ἐστὶν ὁ πιστὸς οἰκονόμος ὁ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ σιτομέτριον; | ||
43 | μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὑτως· | ||
44 | ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. | ||
45 | ἐὰν δὲ εἰπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, Χρονίζει ὁ κύριός μου ἐρχεσθαι, καὶ ἀρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκε σθαι, | ||
46 | ἡξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὡρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει. | ||
47 | ἐκεῖνος δὲ ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ καὶ μὴ ἑτοιμάσας ἢ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ δαρήσεται πολλάς· | ||
48 | ὁ δὲ μὴ γνούς, ποιήσας δὲ ἀξια πληγῶν, δαρήσεται ὀλίγας. παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ' αὐτοῦ, καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν. | ||
49 | Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἠδη ἀνήφθη. | Jesus the Cause of Division Lk.12.49-53[ Lk.12.49-53 → ] - Mt.10.34-36 | |
50 | βάπτισμα δὲ ἐχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἑως ὁτου τελεσθῇ. | ||
51 | δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; οὐχί, λέγω ὑμῖν, ἀλλ' ἢ διαμερισμόν. | ||
52 | ἐσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν ἑνὶ οἰκῳ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσὶν καὶ δύο ἐπὶ τρισίν, | ||
53 | διαμερισθήσονται πατὴρ ἐπὶ υἱῷ καὶ υἱὸς ἐπὶ πατρί, μήτηρ ἐπὶ τὴν θυγατέρα θυγάτηρ ἐπὶ τὴν μητέρα, πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς καὶ νύμφη ἐπὶ τὴν πενθεράν. | ||
54 | Ἔλεγεν δὲ καὶ τοῖς ὀχλοις, Ὅταν ἰδητε νεφέλην ἀνατέλλουσαν ἐπὶ δυσμῶν, εὐθέως λέγετε ὅτι Ὄμβρος ἐρχεται, καὶ γίνεται οὑτως· | Discerning the Time Lk.12.54-56 (Judaea) -[ Lk.12.54-56 → ] - Mt.16.2-3 | |
55 | καὶ ὁταν νότον πνέοντα, λέγετε ὅτι Καύσων ἐσται, καὶ γίνεται. | ||
56 | ὑποκριταί, τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἰδατε δοκιμάζειν, τὸν καιρὸν δὲ τοῦτον πῶς οὐκ οἰδατε δοκιμάζειν; | ||
57 | Τί δὲ καὶ ἀφ' ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον; | Settling with Your Accuser Lk.12.57-59[ Lk.12.57-59 → ] - Mt.5.25-26 | |
58 | ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ' ἀρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ' αὐτοῦ, μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε παραδώσει τῷ πράκ τορι, καὶ ὁ πράκτωρ σε βαλεῖ εἰς φυλακήν. | ||
59 | λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἑως καὶ τὸ ἐσχατον λεπτὸν ἀποδῷς. | ||
<< | ΛΚ:12 | >> |
---|