|
9 | ΚΑΤΑ ΜΑΡΚΟΝ |
|
1 |
Καὶ ἐλεγεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες ὧδε τῶν ἑστηκότων οἱτινες οὐ μὴ γεύσωνται θανάτου ἑως ἂν ἰδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει. | |
2 |
Καὶ μετὰ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην, καὶ ἀναφέρει αὐτοὺς εἰς ὀρος ὑψηλὸν κατ' ἰδίαν μόνους. καὶ μετεμορφώθη ἐμπροσθεν αὐτῶν, | The Transfiguration of Jesus Mk.9.2-13 (Mount Hermon) -[ Mk.9.2-13 → ] - Mt.17.1-13, Lk.9.28-36 |
3 |
καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο στίλβοντα λευκὰ λίαν οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται οὑτως λευκᾶναι. | |
4 |
καὶ ὠφθη αὐτοῖς Ἠλίας σὺν Μωϋσεῖ, καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ. | |
5 |
καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, Ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν. | |
6 |
οὐ γὰρ ᾐδει τί ἀποκριθῇ, ἐκφοβοι γὰρ ἐγένοντο. | |
7 |
καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ ἐγένετο φωνὴ ἐκ τῆς νεφέλης, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἀκούετε αὐτοῦ. | |
8 |
καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ' ἑαυτῶν. | |
9 |
Καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὀρους διεστείλατο αὐτοῖς ἵνα μηδενὶ ἂ εἶδον διηγήσωνται, εἰ μὴ ὁταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. | |
10 |
καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτοὺς συζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι. | |
11 |
καὶ ἐπηρώτων αὐτὸν λέγοντες, Ὁτι λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; | |
12 |
ὁ δὲ ἐφη αὐτοῖς, Ἠλίας μὲν ἐλθὼν πρῶτον ἀποκαθιστάνει πάντα, καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενηθῇ; | |
13 |
ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθεν, καὶ ἐποίησαν αὐτῷ ὁσα ἠθελον, καθὼς γέγραπται ἐπ' αὐτόν. | |
14 |
Καὶ ἐλθόντες πρὸς τοὺς μαθητὰς εἶδον ὀχλον πολὺν περὶ αὐτοὺς καὶ γραμματεῖς συζητοῦντας πρὸς αὐτούς. | The Healing of a Boy with an Unclean Spirit Mk.9.14-29 (Mount Hermon) -[ Mk.9.14-29 → ] - Mt.17.14-21, Lk.9.37-43 |
15 |
καὶ εὐθὺς πᾶς ὁ ὀχλος ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν. | |
16 |
καὶ ἐπηρώτησεν αὐτούς, Τί συζητεῖτε πρὸς αὐτούς; | |
17 |
καὶ ἀπεκρίθη αὐτῷ εἷς ἐκ τοῦ ὀχλου, Διδάσκαλε, ἠνεγκα τὸν υἱόν μου πρὸς σέ, ἐχοντα Πνεῦμα ἀλαλον· | |
18 |
καὶ ὁπου ἐὰν αὐτὸν καταλάβῃ ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας καὶ ξηραίνεται· καὶ εἶπα τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν, καὶ οὐκ ἰσχυσαν. | |
19 |
ὁ δὲ ἀποκριθεὶς αὐτοῖς λέγει, Ὦ γενεὰ ἀπιστος, ἑως πότε πρὸς ὑμᾶς ἐσομαὶ ἑως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με. | |
20 |
καὶ ἠνεγκαν αὐτὸν πρὸς αὐτόν. καὶ ἰδὼν αὐτὸν τὸ Πνεῦμα εὐθὺς συνεσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων. | |
21 |
καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ, Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπεν, Ἐκ παιδιόθεν· | |
22 |
καὶ πολλάκις καὶ εἰς πῦρ αὐτὸν ἐβαλεν καὶ εἰς ὑδατα ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ' εἰ τι δύνῃ, βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ' ἡμᾶς. | |
23 |
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Τὸ Εἰ δύνῃ - πάντα δυνατὰ τῷ πιστεύοντι. | |
24 |
εὐθὺς κράξας ὁ πατὴρ τοῦ παιδίου ἐλεγεν, Πιστεύω· βοήθει μου τῇ ἀπιστίᾳ. | |
25 |
ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὀχλος ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ, Τὸ ἀλαλον καὶ κωφὸν Πνεῦμα, ἐγὼ ἐπιτάσσω σοι, ἐξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. | |
26 |
καὶ κράξας καὶ πολλὰ σπαράξας ἐξῆλθεν· καὶ ἐγένετο ὡσεὶ νεκρός, ὡστε τοὺς πολλοὺς λέγειν ὅτι ἀπέθανεν. | |
27 |
ὁ δὲ Ἰησοῦς κρατήσας τῆς χειρὸς αὐτοῦ ἠγειρεν αὐτόν, καὶ ἀνέστη. | |
28 |
καὶ εἰσελθόντος αὐτοῦ εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ κατ' ἰδίαν ἐπηρώτων αὐτόν, Ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; | |
29 |
καὶ εἶπεν αὐτοῖς, Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ. | |
30 |
Κἀκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἠθελεν ἵνα τις γνοῖ· | Jesus again Foretells his Death and Resurrection Mk.9.30-32 (Mount Hermon) -[ Mk.9.30-32 → ] - Mt.17.22-23, Lk.9.43-45 |
31 |
ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἐλεγεν αὐτοῖς ὅτι Ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς μετὰ τρεῖς ἡμέρας ἀναστήσεται. | |
32 |
οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι. | |
33 |
Καὶ ἦλθον εἰς Καφαρναούμ. καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς, Τί ἐν τῇ ὁδῷ διελογίζεσθὲ; | ← Who is the Greatest? Mk.9.33-37 (Capernaum) -[ Mk.9.33-37 → ] - Mt.18.1-5, Lk.9.46-48 |
34 |
οἱ δὲ ἐσιώπων, πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων. | |
35 |
καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοῖς, Εἴ τις θέλει πρῶτος εἶναι ἐσται πάντων ἐσχατος καὶ πάντων διάκονος. | |
36 |
καὶ λαβὼν παιδίον ἐστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς, | |
37 |
Ὃς ἂν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἂν ἐμὲ δέχηται, οὐκ ἐμὲ δέχεται ἀλλὰ τὸν ἀποστείλαντά με. | |
38 |
Ἔφη αὐτῷ ὁ Ἰωάννης, Διδάσκαλε, εἰδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ἐκωλύομεν αὐτόν, ὅτι οὐκ ἠκολούθει ἡμῖν. | He Who is Not against Us is for Us Mk.9.38-41 (Capernaum) -[ Mk.9.38-41 → ] - Lk.9.48-50 |
39 |
ὁ δὲ Ἰησοῦς εἶπεν, Μὴ κωλύετε αὐτόν, οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με· | |
40 |
ὃς γὰρ οὐκ ἐστιν καθ' ἡμῶν, ὑπὲρ ἡμῶν ἐστιν. | |
41 |
Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὑδατος ἐν ὀνόματι ὅτι Χριστοῦ ἐστε, ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. | |
42 |
Καὶ ὃς ἂν σκανδαλίσῃ ἑνα τῶν μικρῶν τούτων τῶν πιστευόντων , καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν. | Temptations to Sin Mk.9.42-48 (Capernaum) -[ Mk.9.42-48 → ] - Mt.18.6-9, Lk.17.1-2 |
43 |
Καὶ ἐὰν σκανδαλίζῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλόν ἐστίν σε κυλλὸν εἰσελθεῖν εἰς τὴν ζωὴν ἢ τὰς δύο χεῖρας ἐχοντα ἀπελθεῖν εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ἀσβεστ ον. | |
44 |
| |
45 |
καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· καλόν ἐστίν σε εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ τοὺς δύο πόδας ἐχοντα βληθῆναι εἰς τὴν γέενναν. | |
46 |
| |
47 |
καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἐκβαλε αὐτόν· καλόν σέ ἐστιν μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ ἢ δύο ὀφθαλμοὺς ἐχοντα βληθῆναι εἰς τὴν γέενναν, | |
48 |
ὁπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυτα· | - where their worm does not die Mk.9.48 - Is.66.24 |
49 |
πᾶς γὰρ πυρὶ ἀλισθήσεται. | |
50 |
Καλὸν τὸ ἀλας· ἐὰν δὲ τὸ ἀλας ἀναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετὲ ἐχετε ἐν ἑαυτοῖς ἀλα, καὶ εἰρηνεύετε ἐν ἀλλήλοις. | |
|
|
<< | ΜΚ:9 | >> |
|