|
8 | ΚΑΤΑ ΜΑΡΚΟΝ |
|
1 |
Ἐν ἐκείναις ταῖς ἡμέραις πάλιν πολλοῦ ὀχλου ὀντος καὶ μὴ ἐχόντων τί φάγωσιν, προσκαλεσάμενος τοὺς μαθητὰς λέγει αὐτοῖς, | The Feeding of the Four Thousand Mk.8.1-10 (Gennesaret) -[ Mk.8.1-10 → ] - Mt.15.32-39 |
2 |
Σπλαγχνίζομαι ἐπὶ τὸν ὀχλον ὅτι ἠδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἐχουσιν τί φάγωσιν· | |
3 |
καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· καί τινες αὐτῶν ἀπὸ μακρόθεν ἡκασιν. | |
4 |
καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ὅτι Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἀρτων ἐπ' ἐρημίας; | |
5 |
καὶ ἠρώτα αὐτούς, Πόσους ἐχετε ἀρτους; οἱ δὲ εἶπαν, Ἑπτά. | |
6 |
καὶ παραγγέλλει τῷ ὀχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἀρτους εὐχαριστήσας ἐκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παρατιθῶσιν καὶ παρέθηκαν τῷ ὀχλῳ. | |
7 |
καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας αὐτὰ εἶπεν καὶ ταῦτα παρατιθέναι. | |
8 |
καὶ ἐφαγον καὶ ἐχορτάσθησαν, καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας. | |
9 |
ἦσαν δὲ ὡς τετρακισχίλιοι. καὶ ἀπέλυσεν αὐτούς. | |
10 |
Καὶ εὐθὺς ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά. | |
11 |
Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἠρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρ' αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν. | The Demand for a Sign Mk.8.11-13 (Gennesaret) -[ Mk.8.11-13 → ] - Mt.16.1-4, Lk.12.54-56 |
12 |
καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει, Τί ἡ γενεὰ αὑτη ζητεῖ σημεῖον; ἀμὴν λέγω ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον. | |
13 |
καὶ ἀφεὶς αὐτοὺς πάλιν ἐμβὰς ἀπῆλθεν εἰς τὸ πέραν. | |
14 |
Καὶ ἐπελάθοντο λαβεῖν ἀρτους, καὶ εἰ μὴ ἑνα ἀρτον οὐκ εἶχον μεθ' ἑαυτῶν ἐν τῷ πλοίῳ. | The Leaven of the Pharisees and of Herod Mk.8.14-21 (Gennesaret) -[ Mk.8.14-21 → ] - Mt.16.5-12 |
15 |
καὶ διεστέλλετο αὐτοῖς λέγων, Ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου. | |
16 |
καὶ διελογίζοντο πρὸς ἀλλήλους ὅτι Ἄρτους οὐκ ἐχουσιν. | |
17 |
καὶ γνοὺς λέγει αὐτοῖς, Τί διαλογίζεσθε ὅτι ἀρτους οὐκ ἐχετὲ οὐπω νοεῖτε οὐδὲ συνίετὲ πεπωρωμένην ἐχετε τὴν καρδίαν ὑμῶν; | |
18 |
ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; καὶ οὐ μνημονεύετε, | - Having eyes do you not see, and having ears Mk.8.18 - Is.6.9-10 |
19 |
ὅτε τοὺς πέντε ἀρτους ἐκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνους κλασμάτων πλήρεις ἠρατὲ λέγουσιν αὐτῷ, Δώδεκα. | |
20 |
Ὁτε τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἠρατὲ καὶ λέγουσιν , Ἑπτά. | |
21 |
καὶ ἐλεγεν αὐτοῖς, Οὔπω συνίετὲ; | |
22 |
Καὶ ἐρχονται εἰς Βηθσαϊδάν. καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἀψηται. | The Healing of a Blind Man at Bethsaida Mk.8.22-26 (Bethsaida) - |
23 |
καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ ἐξήνεγκεν αὐτὸν ἐξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὀμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτόν, Εἴ τι βλέπεις; | |
24 |
καὶ ἀναβλέψας ἐλεγεν, Βλέπω τοὺς ἀνθρώπους, ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας. | |
25 |
εἶτα πάλιν ἐπέθηκεν τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ διέβλεψεν, καὶ ἀπεκατέστη, καὶ ἐνέβλεπεν τηλαυγῶς ἀπαντα. | |
26 |
καὶ ἀπέστειλεν αὐτὸν εἰς οἶκον αὐτοῦ λέγων, Μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς. | |
27 |
Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς, Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναὶ; | Peter's Declaration about Jesus Mk.8.27-30[ Mk.8.27-30 → ] - Mt.16.13-20, Lk.9.18-21 |
28 |
οἱ δὲ εἶπαν αὐτῷ λέγοντες Ἰωάννην τὸν βαπτιστήν, καὶ ἀλλοι, Ἠλίαν, ἀλλοι δὲ ὅτι εἷς τῶν προφητῶν. | |
29 |
καὶ αὐτὸς ἐπηρώτα αὐτούς, Ὑμεῖς δὲ τίνα με λέγετε εἶναὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει αὐτῷ, Σὺ εἶ ὁ Χριστός. | |
30 |
καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ. | |
31 |
Καὶ ἠρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ὑπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ ἀποκτανθῆναι καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆνai· | ← Jesus Foretells His Death and Resurrection Mk.8.31-9.1 (Caesarea Philippi) -[ Mk.8.31-9.1 → ] - Mt.16.21-28, Lk.9.22-27 |
32 |
καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. καὶ προσλαβόμενος ὁ Πέτρος αὐτὸν ἠρξατο ἐπιτιμᾶν αὐτῷ. | |
33 |
ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ ἐπετίμησεν Πέτρῳ καὶ λέγει, Ὑπαγε ὀπίσω μου, Σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων. | |
34 |
Καὶ προσκαλεσάμενος τὸν ὀχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς, Εἴ τις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. | |
35 |
ὃς γὰρ ἐὰν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ' ἂν ἀπολέσει τὴν ψυχὴν αὐτοῦ ἑνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου σώσει αὐτήν. | |
36 |
τί γὰρ ὠφελεῖ ἄνθρωπον κερδῆσαι τὸν κόσμον ὁλον καὶ ζημιωθῆναι τὴν ψυχὴν αὐτοῦ; | |
37 |
τί γὰρ δοῖ ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; | |
38 |
ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἀμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὁταν ἐλθῃ ἐν τῇ δό ξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων. | |
|
|
<< | ΜΚ:8 | >> |
|