katapi New Study Bible - select-a-version
katapi HOME << >>
New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΚΑΤΑ ΜΑΡΚΟΝ | GNT: contents | | by passage | search---> | GO TO highlighted passage ↓ | in flowing text | select- | 2 | -versions | notes

6ΚΑΤΑ ΜΑΡΚΟΝ

1 Καὶ ἐξῆλθεν ἐκεῖθεν, καὶ ἐρχεται εἰς τὴν πατρίδα αὐτοῦ, καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. The Rejection of Jesus at Nazareth Mk.6.1-6 (Nazareth) -[ Mk.6.1-6 → ] - Mt.13.53-58, Lk.4.16-30
2 καὶ γενομένου σαββάτου ἠρξατο διδάσκειν ἐν τῇ συναγωγῇ· καὶ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες, Πόθεν τούτῳ ταῦτα, καὶ τίς ἡ σοφία ἡ δοθεῖσα τούτῳ καὶ αἱ δυνάμεις τοι αῦται διὰ τῶν χειρῶν αὐτοῦ γίνωνται;  
3 οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸς τῆς Μαρίας καὶ ἀδελφὸς Ἰακώβου καὶ Ἰωσῆτος καὶ Ἰούδα καὶ Σίμωνος; καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς; καὶ ἐσκανδαλίζον το ἐν αὐτῷ.

 
4 καὶ ἐλεγεν αὐτοῖς ὁ Ἰησοῦς ὅτι Οὐκ ἐστιν προφήτης ἀτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τοῖς συγγενεῦσιν αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.  
5 καὶ οὐκ ἐδύνατο ἐκεῖ ποιῆσαι οὐδεμίαν δύναμιν, εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσεν·

 
6 καὶ ἐθαύμαζεν διὰ τὴν ἀπιστίαν αὐτῶν. Καὶ περιῆγεν τὰς κώμας κύκλῳ διδάσκων.

The mission of the Twelve  Mk.6.6-13[ Mk.6.6-13 → ] - Mt.10.5-15, Lk.9.1-6
7 καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἠρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων·

 
8 καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἰρωσιν εἰς ὁδὸν εἰ μὴ ῥάβδον μόνον, μὴ ἀρτον, μὴ πήραν, μὴ εἰς τὴν ζώνην χαλκόν,  
9 ἀλλὰ ὑποδεδεμένους σανδάλια καὶ μὴ ἐνδύσησθε δύο χιτῶνας.  
10 καὶ ἐλεγεν αὐτοῖς, Ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἑως ἂν ἐξέλθητε ἐκεῖθεν.  
11 καὶ ὃς ἂν τόπος μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς.  
12 Καὶ ἐξελθόντες ἐκήρυξαν ἵνα μετανοῶσιν,  
13 καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἠλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.  
14 Καὶ ἠκουσεν ὁ βασιλεὺς Ἡρῴδης, φανερὸν γὰρ ἐγένετο τὸ ὀνομα αὐτοῦ, καὶ ἐλεγον ὅτι Ἰωάννης ὁ βαπτίζων ἐγήγερται ἐκ νεκρῶν, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐ τῷ.

The Death of John the Baptist  Mk.6.14-29[ Mk.6.14-29 → ] - Mt.14.1-12, Lk.9.7-9
15 ἀλλοι δὲ ἐλεγον ὅτι Ἠλίας ἐστίν· ἀλλοι δὲ ἐλεγον ὅτι προφήτης ὡς εἷς τῶν προφητῶν.  
16 ἀκούσας δὲ ὁ Ἡρῴδης ἐλεγεν, Ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτος ἠγέρθη.  
17 Αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησεν τὸν Ἰωάννην καὶ ἐδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν·

 
18 ἐλεγεν γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι Οὐκ ἐξεστίν σοι ἐχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου.

 
19 ἡ δὲ ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἠθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἠδύνατο·  
20 ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἀνδρα δίκαιον καὶ ἀγιον, καὶ συνετήρει αὐτόν, καὶ ἀκούσας αὐτοῦ πολλὰ ἠπόρει, καὶ ἡδέως αὐτοῦ ἠκουεν.  
21 Καὶ γενομένης ἡμέρας εὐκαίρου ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίησεν τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας,

 
22 καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτοῦ Ἡρῳδιάδος καὶ ὀρχησαμένης, ἠρεσεν τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις. εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ, Αἰτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοι·

 
23 καὶ ὠμοσεν αὐτῇ πολλά, Ὅ τι ἐάν με αἰτήσῃς δώσω σοι ἑως ἡμίσους τῆς βασιλείας μου.  
24 καὶ ἐξελθοῦσα εἶπεν τῇ μητρὶ αὐτῆς, Τί αἰτήσωμαὶ ἡ δὲ εἶπεν, Τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτίζοντος.  
25 καὶ εἰσελθοῦσα εὐθὺς μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα, Θέλω ἵνα ἐξαυτῆς δῷς μοι ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.  
26 καὶ περίλυπος γενόμενος ὁ βασιλεὺς διὰ τοὺς ὁρκους καὶ τοὺς ἀνακειμένους οὐκ ἠθέλησεν ἀθετῆσαι αὐτήν·  
27 καὶ εὐθὺς ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτορα ἐπέταξεν ἐνέγκαι τὴν κεφαλὴν αὐτοῦ. καὶ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ  
28 καὶ ἠνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἐδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς.  
29 καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ καὶ ἐθηκαν αὐτὸ ἐν μνημείῳ.

 
30 Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα ὁσα ἐποίησαν καὶ ὁσα ἐδίδαξαν.

The Feeding of the Five Thousand  Mk.6.30-44 (Bethsaida) -[ Mk.6.30-44 → ] - Mt.14.13-21, Lk.9.10-17, Jn.6.1-14
31 καὶ λέγει αὐτοῖς, Δεῦτε ὑμεῖς αὐτοὶ κατ' ἰδίαν εἰς ἐρημον τόπον καὶ ἀναπαύσασθε ὀλίγον. ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν εὐκαίρουν.  
32 καὶ ἀπῆλθον ἐν τῷ πλοίῳ εἰς ἐρημον τόπον κατ' ἰδίαν.  
33 καὶ εἶδον αὐτοὺς ὑπάγοντας καὶ ἐπέγνωσαν πολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ καὶ προῆλθον αὐτούς.  
34 καὶ ἐξελθὼν εἶδεν πολὺν ὀχλον, καὶ ἐσπλαγχνίσθη ἐπ' αὐτοὺς ὅτι ἦσαν ὡς πρόβατα μὴ ἐχοντα ποιμένα, καὶ ἠρξατο διδάσκειν αὐτοὺς πολλά.  
35 Καὶ ἠδη ὡρας πολλῆς γενομένης προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἐλεγον ὅτι Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἠδη ὡρα πολλή·  
36 ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς τί φάγωσιν.  
37 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. καὶ λέγουσιν αὐτῷ, Ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίων ἀρτους καὶ δώσομεν αὐτοῖς φαγεῖν;

 
38 ὁ δὲ λέγει αὐτοῖς, Πόσους ἀρτους ἐχετὲ ὑπάγετε ἰδετε. καὶ γνόντες λέγουσιν, Πέντε, καὶ δύο ἰχθύας.

 
39 καὶ ἐπέταξεν αὐτοῖς ἀνακλῖναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ.  
40 καὶ ἀνέπεσαν πρασιαὶ πρασιαὶ κατὰ ἑκατὸν καὶ κατὰ πεντήκοντα.  
41 καὶ λαβὼν τοὺς πέντε ἀρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἀρτους καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παρατιθῶσιν αὐτοῖς, καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν.  
42 καὶ ἐφαγον πάντες καὶ ἐχορτάσθησαν·  
43 καὶ ἦραν κλάσματα δώδεκα κοφίνων πληρώματα καὶ ἀπὸ τῶν ἰχθύων.  
44 καὶ ἦσαν οἱ φαγόντες τοὺς ἀρτους πεντακισχίλιοι ἀνδρες.  
45 Καὶ εὐθὺς ἠνάγκασεν τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν εἰς τὸ πέραν πρὸς Βηθσαϊδάν, ἑως αὐτὸς ἀπολύει τὸν ὀχλον. Walking on the Water Mk.6.45-52 (Lake of Gennesaret) -[ Mk.6.45-52 → ] - Mt.14.22-33, Jn.6.15-21
46 καὶ ἀποταξάμενος αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὀρος προσεύξασθαι.  
47 καὶ ὀψίας γενομένης ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς.  
48 καὶ ἰδὼν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ὁ ἀνεμος ἐναντίος αὐτοῖς, περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἐρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ ἠθελεν παρελθεῖν αὐτούς.  
49 οἱ δὲ ἰδόντες αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα ἐδοξαν ὅτι φάντασμά ἐστιν, καὶ ἀνέκραξαν·  
50 πάντες γὰρ αὐτὸν εἶδον καὶ ἐταράχθησαν. ὁ δὲ εὐθὺς ἐλάλησεν μετ' αὐτῶν, καὶ λέγει αὐτοῖς, Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε.  
51 καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπασεν ὁ ἀνεμος. καὶ λίαν ἐκ περισσοῦ ἐν ἑαυτοῖς ἐξίσταντο,  
52 οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἀρτοις, ἀλλ' ἦν αὐτῶν ἡ καρδία πεπωρωμένη.  
53 Καὶ διαπεράσαντες ἐπὶ τὴν γῆν ἦλθον εἰς Γεννησαρὲτ καὶ προσωρμίσθησαν. The Healing of the Sick in Gennesaret Mk.6.53-56 (Lake of Gennesaret) -[ Mk.6.53-56 → ] - Mt.14.34-36
54 καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου εὐθὺς ἐπιγνόντες αὐτὸν  
55 περιέδραμον ὁλην τὴν χώραν ἐκείνην καὶ ἠρξαντο ἐπὶ τοῖς κραβάττοις τοὺς κακῶς ἐχοντας περιφέρειν ὁπου ἠκουον ὅτι ἐστίν.  
56 καὶ ὁπου ἂν εἰσεπορεύετο εἰς κώμας ἢ εἰς πόλεις ἢ εἰς ἀγροὺς ἐν ταῖς ἀγοραῖς ἐτίθεσαν τοὺς ἀσθενοῦντας, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτ οῦ ἀψωνται· καὶ ὁσοι ἂν ἥψαντο αὐτοῦ ἐσῴζοντο.  
    << | ΜΚ:6 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.