katapi New Study Bible - select-a-version
katapi HOME << >>
New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΚΑΤΑ ΜΑΡΚΟΝ | GNT: contents | | by passage | search---> | in flowing text | select- | 2 | -versions | notes

5ΚΑΤΑ ΜΑΡΚΟΝ

1 Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης εἰς τὴν χώραν τῶν Γερασηνῶν.

The Healing of the Gadarene Demoniac  Mk.5.1-20 (Gadara) -[ Mk.5.1-20 → ] - Mt.8.28-34, Lk.8.26-39
2 καὶ ἐξελθόντος αὐτοῦ ἐκ τοῦ πλοίου εὐθὺς ὑπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ,  
3 ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασιν· καὶ οὐδὲ ἀλύσει οὐκέτι οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι,  
4 διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἀλύσεσιν δεδέσθαι καὶ διεσπάσθαι ὑπ' αὐτοῦ τὰς ἀλύσεις καὶ τὰς πέδας συντετρῖφθαι, καὶ οὐδεὶς ἰσχυεν αὐτὸν δαμάσαι·  
5 καὶ διὰ παντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς μνήμασιν καὶ ἐν τοῖς ὀρεσιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις.  
6 καὶ ἰδὼν τὸν Ἰησοῦν ἀπὸ μακρόθεν ἐδραμεν καὶ προσεκύνησεν αὐτῷ,  
7 καὶ κράξας φωνῇ μεγάλῃ λέγει, Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστοὺ ὁρκίζω σε τὸν θεόν, μή με βασανίσῃς.  
8 ἐλεγεν γὰρ αὐτῷ, Ἔξελθε τὸ Πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου.  
9 καὶ ἐπηρώτα αὐτόν, Τί ὀνομά σοὶ καὶ λέγει αὐτῷ, Λεγιὼν ὀνομά μοι, ὅτι πολλοί ἐσμεν.

 
10 καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ αὐτὰ ἀποστείλῃ ἐξω τῆς χώρας.  
11 Ἦν δὲ ἐκεῖ πρὸς τῷ ὀρει ἀγέλη χοίρων μεγάλη βοσκομένη·

 
12 καὶ παρεκάλεσαν αὐτὸν λέγοντες, Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν.  
13 καὶ ἐπέτρεψεν αὐτοῖς. καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὡρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, ὡς δισχίλιοι, καὶ ἐπνίγοντ ο ἐν τῇ θαλάσσῃ.

 
14 καὶ οἱ βόσκοντες αὐτοὺς ἐφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς· καὶ ἦλθον ἰδεῖν τί ἐστιν τὸ γεγονός.

 
15 καὶ ἐρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον καθήμενον ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν λεγιῶνα, καὶ ἐφοβήθησαν.  
16 καὶ διηγήσαντο αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ καὶ περὶ τῶν χοίρων.  
17 καὶ ἠρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν.

 
18 καὶ ἐμβαίνοντος αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα μετ' αὐτοῦ ᾖ.

 
19 καὶ οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ, Ὑπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς, καὶ ἀπάγγειλον αὐτοῖς ὁσα ὁ κύριός σοι πεποίηκεν καὶ ἠλέησέν σε.  
20 καὶ ἀπῆλθεν καὶ ἠρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὁσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ πάντες ἐθαύμαζον.

 
21 Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν συνήχθη ὀχλος πολὺς ἐπ' αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν. Jairus' Daughter and the Woman who Touched Jesus' Garment Mk.5.21-43 (Capernaum) -[ Mk.5.21-43 → ] - Mt.9.18-26, Lk.8.40-56
22 καὶ ἐρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάϊρος, καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ  
23 καὶ παρακαλεῖ αὐτὸν πολλὰ λέγων ὅτι Τὸ θυγάτριόν μου ἐσχάτως ἐχει, ἵνα ἐλθὼν ἐπιθῇς τὰς χεῖρας αὐτῇ ἵνα σωθῇ καὶ ζήσῃ.  
24 καὶ ἀπῆλθεν μετ' αὐτοῦ. Καὶ ἠκολούθει αὐτῷ ὀχλος πολύς, καὶ συνέθλιβον αὐτόν.  
25 καὶ γυνὴ οὖσα ἐν ῥύσει αἱματος δώδεκα ἐτη  
26 καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ' αὐτῆς πάντα καὶ μηδὲν ὠφεληθεῖσα ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα,  
27 ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὀχλῳ ὀπισθεν ἡψατο τοῦ ἱματίου αὐτοῦ·  
28 ἐλεγεν γὰρ ὅτι Ἐὰν ἀψωμαι κἂν τῶν ἱματίων αὐτοῦ σωθήσομαι.  
29 καὶ εὐθὺς ἐξηράνθη ἡ πηγὴ τοῦ αἱματος αὐτῆς, καὶ ἐγνω τῷ σώματι ὅτι ἰαται ἀπὸ τῆς μάστιγος.  
30 καὶ εὐθὺς ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν ἐπιστραφεὶς ἐν τῷ ὀχλῳ ἐλεγεν, Τίς μου ἡψατο τῶν ἱματίων;  
31 καὶ ἐλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, βλέπεις τὸν ὀχλον συνθλίβοντά σε, καὶ λέγεις, Τίς μου ἡψατὸ;  
32 καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν.  
33 ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν αὐτῇ, ἦλθεν καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν.  
34 ὁ δὲ εἶπεν αὐτῇ, Θυγάτηρ, ἡ πίστις σου σέσωκέν σε· ὑπαγε εἰς εἰρήνην, καὶ ἰσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.  
35 Ἐτι αὐτοῦ λαλοῦντος ἐρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες ὅτι Ἡ θυγάτηρ σου ἀπέθανεν· τί ἐτι σκύλλεις τὸν διδάσκαλον;  
36 ὁ δὲ Ἰησοῦς παρακούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ, Μὴ φοβοῦ, μόνον πίστευε.

 
37 καὶ οὐκ ἀφῆκεν οὐδένα μετ' αὐτοῦ συνακολουθῆσαι εἰ μὴ τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου.  
38 καὶ ἐρχονται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον καὶ κλαίοντας καὶ ἀλαλάζοντας πολλά,  
39 καὶ εἰσελθὼν λέγει αὐτοῖς, Τί θορυβεῖσθε καὶ κλαίετὲ τὸ παιδίον οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει.  
40 καὶ κατεγέλων αὐτοῦ. αὐτὸς δὲ ἐκβαλὼν πάντας παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ' αὐτοῦ, καὶ εἰσπορεύεται ὁπου ἦν τὸ παιδίον·  
41 καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ, Ταλιθα κουμ, ὁ ἐστιν μεθερμηνευόμενον Τὸ κοράσιον, σοὶ λέγω, ἐγειρε.

 
42 καὶ εὐθὺς ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει, ἦν γὰρ ἐτῶν δώδεκα. καὶ ἐξέστησαν εὐθὺς ἐκστάσει μεγάλῃ.  
43 καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνοῖ τοῦτο, καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν.  
    << | ΜΚ:5 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.