|
5 | ΚΑΤΑ ΜΑΡΚΟΝ |
|
1 |
Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης εἰς τὴν χώραν τῶν Γερασηνῶν. | The Healing of the Gadarene Demoniac Mk.5.1-20 (Gadara) -[ Mk.5.1-20 → ] - Mt.8.28-34, Lk.8.26-39 |
2 |
καὶ ἐξελθόντος αὐτοῦ ἐκ τοῦ πλοίου εὐθὺς ὑπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, | |
3 |
ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασιν· καὶ οὐδὲ ἀλύσει οὐκέτι οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι, | |
4 |
διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἀλύσεσιν δεδέσθαι καὶ διεσπάσθαι ὑπ' αὐτοῦ τὰς ἀλύσεις καὶ τὰς πέδας συντετρῖφθαι, καὶ οὐδεὶς ἰσχυεν αὐτὸν δαμάσαι· | |
5 |
καὶ διὰ παντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς μνήμασιν καὶ ἐν τοῖς ὀρεσιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις. | |
6 |
καὶ ἰδὼν τὸν Ἰησοῦν ἀπὸ μακρόθεν ἐδραμεν καὶ προσεκύνησεν αὐτῷ, | |
7 |
καὶ κράξας φωνῇ μεγάλῃ λέγει, Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστοὺ ὁρκίζω σε τὸν θεόν, μή με βασανίσῃς. | |
8 |
ἐλεγεν γὰρ αὐτῷ, Ἔξελθε τὸ Πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου. | |
9 |
καὶ ἐπηρώτα αὐτόν, Τί ὀνομά σοὶ καὶ λέγει αὐτῷ, Λεγιὼν ὀνομά μοι, ὅτι πολλοί ἐσμεν. | |
10 |
καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ αὐτὰ ἀποστείλῃ ἐξω τῆς χώρας. | |
11 |
Ἦν δὲ ἐκεῖ πρὸς τῷ ὀρει ἀγέλη χοίρων μεγάλη βοσκομένη· | |
12 |
καὶ παρεκάλεσαν αὐτὸν λέγοντες, Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν. | |
13 |
καὶ ἐπέτρεψεν αὐτοῖς. καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὡρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, ὡς δισχίλιοι, καὶ ἐπνίγοντ ο ἐν τῇ θαλάσσῃ. | |
14 |
καὶ οἱ βόσκοντες αὐτοὺς ἐφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς· καὶ ἦλθον ἰδεῖν τί ἐστιν τὸ γεγονός. | |
15 |
καὶ ἐρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον καθήμενον ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν λεγιῶνα, καὶ ἐφοβήθησαν. | |
16 |
καὶ διηγήσαντο αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ καὶ περὶ τῶν χοίρων. | |
17 |
καὶ ἠρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν. | |
18 |
καὶ ἐμβαίνοντος αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα μετ' αὐτοῦ ᾖ. | |
19 |
καὶ οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ, Ὑπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς, καὶ ἀπάγγειλον αὐτοῖς ὁσα ὁ κύριός σοι πεποίηκεν καὶ ἠλέησέν σε. | |
20 |
καὶ ἀπῆλθεν καὶ ἠρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὁσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ πάντες ἐθαύμαζον. | |
21 |
Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ πάλιν εἰς τὸ πέραν συνήχθη ὀχλος πολὺς ἐπ' αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν. | ← Jairus' Daughter and the Woman who Touched Jesus' Garment Mk.5.21-43 (Capernaum) -[ Mk.5.21-43 → ] - Mt.9.18-26, Lk.8.40-56 |
22 |
καὶ ἐρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάϊρος, καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ | |
23 |
καὶ παρακαλεῖ αὐτὸν πολλὰ λέγων ὅτι Τὸ θυγάτριόν μου ἐσχάτως ἐχει, ἵνα ἐλθὼν ἐπιθῇς τὰς χεῖρας αὐτῇ ἵνα σωθῇ καὶ ζήσῃ. | |
24 |
καὶ ἀπῆλθεν μετ' αὐτοῦ. Καὶ ἠκολούθει αὐτῷ ὀχλος πολύς, καὶ συνέθλιβον αὐτόν. | |
25 |
καὶ γυνὴ οὖσα ἐν ῥύσει αἱματος δώδεκα ἐτη | |
26 |
καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ' αὐτῆς πάντα καὶ μηδὲν ὠφεληθεῖσα ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, | |
27 |
ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὀχλῳ ὀπισθεν ἡψατο τοῦ ἱματίου αὐτοῦ· | |
28 |
ἐλεγεν γὰρ ὅτι Ἐὰν ἀψωμαι κἂν τῶν ἱματίων αὐτοῦ σωθήσομαι. | |
29 |
καὶ εὐθὺς ἐξηράνθη ἡ πηγὴ τοῦ αἱματος αὐτῆς, καὶ ἐγνω τῷ σώματι ὅτι ἰαται ἀπὸ τῆς μάστιγος. | |
30 |
καὶ εὐθὺς ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν ἐπιστραφεὶς ἐν τῷ ὀχλῳ ἐλεγεν, Τίς μου ἡψατο τῶν ἱματίων; | |
31 |
καὶ ἐλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, βλέπεις τὸν ὀχλον συνθλίβοντά σε, καὶ λέγεις, Τίς μου ἡψατὸ; | |
32 |
καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. | |
33 |
ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν αὐτῇ, ἦλθεν καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. | |
34 |
ὁ δὲ εἶπεν αὐτῇ, Θυγάτηρ, ἡ πίστις σου σέσωκέν σε· ὑπαγε εἰς εἰρήνην, καὶ ἰσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου. | |
35 |
Ἐτι αὐτοῦ λαλοῦντος ἐρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες ὅτι Ἡ θυγάτηρ σου ἀπέθανεν· τί ἐτι σκύλλεις τὸν διδάσκαλον; | |
36 |
ὁ δὲ Ἰησοῦς παρακούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ, Μὴ φοβοῦ, μόνον πίστευε. | |
37 |
καὶ οὐκ ἀφῆκεν οὐδένα μετ' αὐτοῦ συνακολουθῆσαι εἰ μὴ τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου. | |
38 |
καὶ ἐρχονται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον καὶ κλαίοντας καὶ ἀλαλάζοντας πολλά, | |
39 |
καὶ εἰσελθὼν λέγει αὐτοῖς, Τί θορυβεῖσθε καὶ κλαίετὲ τὸ παιδίον οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει. | |
40 |
καὶ κατεγέλων αὐτοῦ. αὐτὸς δὲ ἐκβαλὼν πάντας παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ' αὐτοῦ, καὶ εἰσπορεύεται ὁπου ἦν τὸ παιδίον· | |
41 |
καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ, Ταλιθα κουμ, ὁ ἐστιν μεθερμηνευόμενον Τὸ κοράσιον, σοὶ λέγω, ἐγειρε. | |
42 |
καὶ εὐθὺς ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει, ἦν γὰρ ἐτῶν δώδεκα. καὶ ἐξέστησαν ἐκστάσει μεγάλῃ. | |
43 |
καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνοῖ τοῦτο, καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν. | |
|
|
<< | ΜΚ:5 | >> |
|