4 | ΚΑΤΑ ΜΑΡΚΟΝ | ||
1 | Καὶ πάλιν ἠρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. καὶ συνάγεται πρὸς αὐτὸν ὀχλος πλεῖστος, ὡστε αὐτὸν εἰς πλοῖον ἐμβάντα καθῆσθαι ἐν τῇ θαλάσσῃ, καὶ πᾶς ὁ ὀχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦσαν. | The Parable of the Sower Mk.4.1-9 (Plain of Gennesaret) -[ Mk.4.1-9 → ] - Mt.13.1-9, Lk.8.4-8 | |
2 | καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἐλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ, | ||
3 | Ἀκούετε. ἰδοὺ ἐξῆλθεν ὁ σπείρων σπεῖραι. | ||
4 | καὶ ἐγένετο ἐν τῷ σπείρειν ὃ μὲν ἐπεσεν παρὰ τὴν ὁδόν, καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτό. | ||
5 | καὶ ἀλλο ἐπεσεν ἐπὶ τὸ πετρῶδες ὁπου οὐκ εἶχεν γῆν πολλήν, καὶ εὐθὺς ἐξανέτειλεν διὰ τὸ μὴ ἐχειν βάθος γῆς· | ||
6 | καὶ ὅτε ἀνέτειλεν ὁ ἡλιος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἐχειν ῥίζαν ἐξηράνθη. | ||
7 | καὶ ἀλλο ἐπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἀκανθαι καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἐδωκεν. | ||
8 | καὶ ἀλλα ἐπεσεν εἰς τὴν γῆν τὴν καλήν, καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ αὐξανόμενα, καὶ ἐφερεν ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν. | ||
9 | καὶ ἐλεγεν, Ὃς ἐχει ὦτα ἀκούειν ἀκουέτω. | ||
10 | Καὶ ὅτε ἐγένετο κατὰ μόνας, ἠρώτων αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα τὰς παραβολάς. | The Purpose of the Parables Mk.4.10-12 (Plain of Gennesaret) -[ Mk.4.10-12 → ] - Mt.13.10-17, Lk.8.9-10 | |
11 | καὶ ἐλεγεν αὐτοῖς, Ὑμῖν τὸ μυστήριον δέδοται τῆς βασιλείας τοῦ θεοῦ· ἐκείνοις δὲ τοῖς ἐξω ἐν παραβολαῖς τὰ πάντα γίνεται, | ||
12 | ἵνα καὶ ἀκούοντες ἀκούωσιν καὶ μὴ συνιῶσιν, μήποτε ἐπιστρέψωσιν καὶ ἀφεθῇ αὐτοῖς. | - so that they may indeed see but not perceive Mk.4.12 - Is.6.9-10 | |
13 | Καὶ λέγει αὐτοῖς, Οὐκ οἰδατε τὴν παραβολὴν ταύτην, καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθὲ; | The Parable of the Sower Explained Mk.4.13-20[ Mk.4.13-20 → ] - Mt.13.18-23, Lk.8.11-13 | |
14 | ὁ σπείρων τὸν λόγον σπείρει. | ||
15 | οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν ὁπου σπείρεται ὁ λόγος, καὶ ὁταν ἀκούσωσιν εὐθὺς ἐρχεται ὁ Σατανᾶς καὶ αἰρει τὸν λόγον τὸν ἐσπαρμένον εἰς αὐτούς. | ||
16 | καὶ οὗτοί εἰσιν οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἳ ὁταν ἀκούσωσιν τὸν λόγον εὐθὺς μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν, | ||
17 | καὶ οὐκ ἐχουσιν ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν· εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζονται. | ||
18 | καὶ ἀλλοι εἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι· οὗτοί εἰσιν οἱ τὸν λόγον ἀκούσαντες, | ||
19 | καὶ αἱ μέριμναι τοῦ αἰῶνος καὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον, καὶ ἀκαρπος γίνεται. | ||
20 | καὶ ἐκεῖνοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἱτινες ἀκούουσιν τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν. | ||
21 | Καὶ ἐλεγεν αὐτοῖς, Μήτι ἐρχεται ὁ λύχνος ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην; οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν τεθῇ; | A Light under a Bushel Mk.4.21-25 (Plain of Gennesaret) -[ Mk.4.21-25 → ] - Lk.8.16-18 | |
22 | οὐ γάρ ἐστιν κρυπτὸν ἐὰν μὴ ἵνα φανερωθῇ, οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλ' ἵνα ἐλθῃ εἰς φανερόν. | ||
23 | εἰ τις ἐχει ὦτα ἀκούειν ἀκουέτω. | ||
24 | Καὶ ἐλεγεν αὐτοῖς, Βλέπετε τί ἀκούετε. ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν καὶ προστεθήσεται ὑμῖν. | ||
25 | ὃς γὰρ ἐχει, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἐχει, καὶ ὃ ἐχει ἀρθήσεται ἀπ' αὐτοῦ. | ||
26 | Καὶ ἐλεγεν, Οὑτως ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ ὡς ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς | The Parable of the Growing Seed Mk.4.26-29 | |
27 | καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος βλαστᾷ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός. | ||
28 | αὐτομάτη ἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον, εἶτα στάχυν, εἶτα πλήρη σῖτον ἐν τῷ στάχυϊ. | ||
29 | ὁταν δὲ παραδοῖ ὁ καρπός, εὐθὺς ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός. | ||
30 | Καὶ ἐλεγεν, Πῶς ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ θεοῦ, ἢ ἐν τίνι αὐτὴν παραβολῇ θῶμεν; | The Parable of the Mustard Seed Mk.4.30-32[ Mk.4.30-32 → ] - Mt.13.31-33, Lk.13.18-21 | |
31 | ὡς κόκκῳ σινάπεως, ὃς ὁταν σπαρῇ ἐπὶ τῆς γῆς, μικρότερον ὂν πάντων τῶν σπερμάτων τῶν ἐπὶ τῆς γῆς, | ||
32 | καὶ ὁταν σπαρῇ, ἀναβαίνει καὶ γίνεται μεῖζον πάντων τῶν λαχάνων καὶ ποιεῖ κλάδους μεγάλους, ὡστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν. | ||
33 | Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἠδύναντο ἀκούειν· | The Use of the Parables Mk.4.33-34 (Plain of Gennesaret) -[ Mk.4.33-34 → ] - Mt.13.34-35 | |
34 | χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς, κατ' ἰδίαν δὲ τοῖς ἰδίοις μαθηταῖς ἐπέλυεν πάντα. | ||
35 | Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης, Διέλθωμεν εἰς τὸ πέραν. | ← The Calming of a Storm Mk.4.35-41 (Sea of Gennesaret) -[ Mk.4.35-41 → ] - Mt.8.23-27, Lk.8.22-25 | |
36 | καὶ ἀφέντες τὸν ὀχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ, καὶ ἀλλα πλοῖα ἦν μετ' αὐτοῦ. | ||
37 | καὶ γίνεται λαῖλαψ μεγάλη ἀνέμου, καὶ τὰ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὡστε ἠδη γεμίζεσθαι τὸ πλοῖον. | ||
38 | καὶ αὐτὸς ἦν ἐν τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ ἐγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ, Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθὰ; | ||
39 | καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ, σιώπα, πεφίμωσο. καὶ ἐκόπασεν ὁ ἀνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη. | ||
40 | καὶ εἶπεν αὐτοῖς, Τί δειλοί ἐστὲ οὐπω ἐχετε πίστιν; | ||
41 | καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἐλεγον πρὸς ἀλλήλους, τίς ἀρα οὗτός ἐστιν ὅτι καὶ ὁ ἀνεμος καὶ ἡ θάλασσα ὑπακούει αὐτῷ; | ||
<< | ΜΚ:4 | >> |
---|