|
3 | ΚΑΤΑ ΜΑΡΚΟΝ |
|
1 |
Καὶ εἰσῆλθεν πάλιν εἰς τὴν συναγωγήν. καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἐχων τὴν χεῖρα· | The Man with a Withered Hand Mk.3.1-6 (Capernaum) -[ Mk.3.1-6 → ] - Mt.12.9-14, Lk.6.6-11 |
2 |
καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ. | |
3 |
καὶ λέγει τῷ ἀνθρώπῳ τῷ τὴν ξηρὰν χεῖρα ἐχοντι, Ἔγειρε εἰς τὸ μέσον. | |
4 |
καὶ λέγει αὐτοῖς, Ἔξεστιν τοῖς σάββασιν ἀγαθὸν ποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναὶ οἱ δὲ ἐσιώπων. | |
5 |
καὶ περιβλεψάμενος αὐτοὺς μετ' ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ, Ἔκτεινον τὴν χεῖρα. καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη ἡ χεὶρ αὐτου '. | |
6 |
καὶ ἐξελθόντες οἱ Φαρισαῖοι εὐθὺς μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ἐδίδουν κατ' αὐτοῦ ὁπως αὐτὸν ἀπολέσωσιν. | |
7 |
Καὶ ὁ Ἰησοῦς μετὰ τῶν μαθητῶν αὐτοῦ ἀνεχώρησεν πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας · καὶ ἀπὸ τῆς Ἰουδαίας | A Multitude at the Seaside Mk.3.7-12 (Gennesaret) - |
8 |
καὶ ἀπὸ Ἱεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίας καὶ πέραν τοῦ Ἰορδάνου καὶ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ, ἀκούοντες ὁσα ἐποίει ἦλθον πρὸς αὐτόν. | |
9 |
καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὀχλον ἵνα μὴ θλίβωσιν αὐτόν· | |
10 |
πολλοὺς γὰρ ἐθεράπευσεν, ὡστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἀψωνται ὁσοι εἶχον μάστιγας. | |
11 |
καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὁταν αὐτὸν ἐθεώρουν, προσέπιπτον αὐτῷ καὶ ἐκραζον λέγοντες ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ. | |
12 |
καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ αὐτὸν φανερὸν ποιήσωσιν. | |
13 |
Καὶ ἀναβαίνει εἰς τὸ ὀρος καὶ προσκαλεῖται οὓς ἠθελεν αὐτός, καὶ ἀπῆλθον πρὸς αὐτόν. | The choosing of the Twelve Mk.3.13-19 (Galilee) -[ Mk.3.13-19 → ] - Mt.10.1-4, Lk.6.12-16 |
14 |
καὶ ἐποίησεν δώδεκα, ἵνα ὦσιν μετ' αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν | |
15 |
καὶ ἐχειν ἐξουσίαν ἐκβάλλειν τὰ δαιμόνια· | |
16 |
καὶ ἐπέθηκεν ὀνομα τῷ Σίμωνι Πέτρον, | |
17 |
καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου, καὶ ἐπέθηκεν αὐτοῖς ὀνόματα Βοανηργές, ὁ ἐστιν Υἱοὶ Βροντῆς· | |
18 |
καὶ Ἀνδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Μαθθαῖον καὶ Θωμᾶν καὶ Ἰάκωβον τὸν τοῦ Ἀλφαίου καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν Καναναῖον | |
19 |
καὶ Ἰούδαν Ἰσκαριώθ, ὃς καὶ παρέδωκεν αὐτόν. | |
20 |
Καὶ ἐρχεται εἰς οἶκον· καὶ συνέρχεται πάλιν ὀχλος, ὡστε μὴ δύνασθαι αὐτοὺς μηδὲ ἀρτον φαγεῖν. | Jesus and Beelzebul Mk.3.20-30[ Mk.3.20-30 → ] - Mt.12.22-32, Lk.11.14-23, Lk.12.10 |
21 |
καὶ ἀκούσαντες οἱ παρ' αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν, ἐλεγον γὰρ ὅτι ἐξέστη. | |
22 |
καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἐλεγον ὅτι Βεελζεβοὺλ ἐχει, καὶ ὅτι ἐν τῷ ἀρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. | |
23 |
καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἐλεγεν αὐτοῖς, Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν; | |
24 |
καὶ ἐὰν βασιλεία ἐφ' ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη· | |
25 |
καὶ ἐὰν οἰκία ἐφ' ἑαυτὴν μερισθῇ, οὐ δυνήσεται ἡ οἰκία ἐκείνη σταθῆναι. | |
26 |
καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφ' ἑαυτὸν καὶ ἐμερίσθη, οὐ δύναται στῆναι ἀλλὰ τέλος ἐχει. | |
27 |
ἀλλ' οὐ δύναται οὐδεὶς εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύη αὐτοῦ διαρπάσαι ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει. | |
28 |
Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται τοῖς υἱοῖς τῶν ἀνθρώπων, τὰ ἀμαρτήματα καὶ αἱ βλασφημίαι ὁσα ἐὰν βλασφημήσωσιν· | |
29 |
ὃς δ' ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ ἀγιον οὐκ ἐχει ἀφεσιν εἰς τὸν αἰῶνα, ἀλλὰ ἐνοχός ἐστιν αἰωνίου ἀμαρτήματος - | |
30 |
ὁτι ἐλεγον, Πνεῦμα ἀκάθαρτον ἐχει. | |
31 |
Καὶ ἐρχεται ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἐξω στήκοντες ἀπέστειλαν πρὸς αὐτὸν καλοῦντες αὐτόν. | The Mother and Brothers of Jesus Mk.3.31-35 (Capernaum) -[ Mk.3.31-35 → ] - Mt.12.46-50, Lk.8.19-21 |
32 |
καὶ ἐκάθητο περὶ αὐτὸν ὀχλος, καὶ λέγουσιν αὐτῷ, Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἐξω ζητοῦσίν σε. | |
33 |
καὶ ἀποκριθεὶς αὐτοῖς λέγει, Τίς ἐστιν ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί ; | |
34 |
καὶ περιβλεψάμενος τοὺς περὶ αὐτὸν κύκλῳ καθημένους λέγει, Ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου. | |
35 |
ὃς ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν. | |
|
|
<< | ΜΚ:3 | >> |
|