katapi New Study Bible - select-a-version
katapi HOME << >>
New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΚΑΤΑ ΜΑΡΚΟΝ | GNT: contents | | by passage | search---> | GO TO highlighted passage ↓ | in flowing text | select- | 2 | -versions | notes

2ΚΑΤΑ ΜΑΡΚΟΝ

1 Καὶ εἰσελθὼν πάλιν εἰς Καφαρναοὺμ δῖ ἡμερῶν ἠκούσθη ὅτι ἐν οἰκῳ ἐστίν. The Healing of a Paralytic Mk.2.1-12 (Capernaum) -[ Mk.2.1-12 → ] - Mt.9.1-8, Lk.5.17-26
2 καὶ συνήχθησαν πολλοὶ ὡστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν, καὶ ἐλάλει αὐτοῖς τὸν λόγον.

 
3 καὶ ἐρχονται φέροντες πρὸς αὐτὸν παραλυτικὸν αἰρόμενον ὑπὸ τεσσάρων.  
4 καὶ μὴ δυνάμενοι προσενέγκαι αὐτῷ διὰ τὸν ὀχλον ἀπεστέγασαν τὴν στέγην ὁπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον ὁπου ὁ παραλυτικὸς κατέκειτο.  
5 καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ, Τέκνον, ἀφίενταί σου αἱ ἀμαρτίαι.  
6 ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν,

 
7 Τί οὗτος οὑτως λαλεῖ; βλασφημεῖ· τίς δύναται ἀφιέναι ἀμαρτίας εἰ μὴ εἷς ὁ θεός;  
8 καὶ εὐθὺς ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὑτως διαλογίζονται ἐν ἑαυτοῖς λέγει αὐτοῖς, Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;

 
9 τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, Ἀφίενταί σου αἱ ἀμαρτίαι, ἢ εἰπεῖν, Ἐγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ περιπάτεὶ;  
10 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἐχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἀμαρτίας ἐπὶ τῆς γῆς - λέγει τῷ παραλυτικῷ,  
11 Σοὶ λέγω, ἐγειρε ἆρον τὸν κράβαττόν σου καὶ ὑπαγε εἰς τὸν οἶκόν σου.  
12 καὶ ἠγέρθη καὶ εὐθὺς ἀρας τὸν κράβαττον ἐξῆλθεν ἐμπροσθεν πάντων, ὡστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν θεὸν λέγοντας ὅτι Οὕτως οὐδέποτε εἰδομεν.  
13 Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὀχλος ἠρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς. The Calling of Levi Mk.2.13-17 (Capernaum) -[ Mk.2.13-17 → ] - Mt.9.9-13, Lk.5.27-32
14 καὶ παράγων εἶδεν Λευὶν τὸν τοῦ Ἀλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ, Ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.  
15 Καὶ γίνεται κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἀμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοὶ καὶ ἠκολούθουν αὐτῷ .  
16 καὶ οἱ γραμματεῖς τῶν Φαρισαίων ἰδόντες ὅτι ἐσθίει μετὰ τῶν ἀμαρτωλῶν καὶ τελωνῶν ἐλεγον τοῖς μαθηταῖς αὐτοῦ, Ὅτι μετὰ τῶν τελωνῶν καὶ ἀμαρτωλῶν ἐσθίεὶ;

 
17 καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς ὁτι Οὐ χρείαν ἐχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ' οἱ κακῶς ἐχοντες· οὐκ ἦλθον καλέσαι δικαίους ἀλλὰ ἀμαρτωλούς.  
18 Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ Φαρισαῖοι νηστεύοντες. καὶ ἐρχονται καὶ λέγουσιν αὐτῷ, διὰ τί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ μαθηταὶ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν; The Question about Fasting Mk.2.18-22 (Capernaum) -[ Mk.2.18-22 → ] - Mt.9.14-17, Lk.5.33-39
19 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ' αὐτῶν ἐστιν νηστεύειν; ὁσον χρόνον ἐχουσιν τὸν νυμφίον μετ' αὐτῶν οὐ δύνανται νηστεύειν·  
20 ἐλεύσονται δὲ ἡμέραι ὁταν ἀπαρθῇ ἀπ' αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.  
21 οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιράπτει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μή, αἰρει τὸ πλήρωμα ἀπ' αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται.

 
22 καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς - εἰ δὲ μή, ῥήξει ὁ οἶνος τοὺς ἀσκούς, καὶ ὁ οἶνος ἀπόλλυται καὶ οἱ ἀσκοί - ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινούς.

 
23 Καὶ ἐγένετο αὐτὸν ἐν τοῖς σάββασιν παραπορεύεσθαι διὰ τῶν σπορίμων, καὶ οἱ μαθηταὶ αὐτοῦ ἠρξαντο ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας. Plucking Grain on the Sabbath Mk.2.23-28 (Galilee) -[ Mk.2.23-28 → ] - Mt.12.1-8, Lk.6.1-5
24 καὶ οἱ Φαρισαῖοι ἐλεγον αὐτῷ, Ἰδε τί ποιοῦσιν τοῖς σάββασιν ὃ οὐκ ἐξεστιν;  
25 καὶ λέγει αὐτοῖς, Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυίδ, ὅτε χρείαν ἐσχεν καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ' αὐτοῦ;  
26 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ Ἀβιαθὰρ ἀρχιερέως καὶ τοὺς ἀρτους τῆς προθέσεως ἐφαγεν, οὓς οὐκ ἐξεστιν φαγεῖν εἰ μὴ τοὺς ἱερεῖς, καὶ ἐδωκεν καὶ τοῖς σὺν α ὐτῷ οὖσιν;

 
27 καὶ ἐλεγεν αὐτοῖς, Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο καὶ οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον·

 
28 ὡστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.  
    << | ΜΚ:2 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.