katapi New Study Bible - select-a-version
katapi HOME << >>
New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΚΑΤΑ ΜΑΡΚΟΝ | GNT: contents | | by passage | search---> | GO TO highlighted passage ↓ | in flowing text | select- | 2 | -versions | notes

12ΚΑΤΑ ΜΑΡΚΟΝ

1 Καὶ ἠρξατο αὐτοῖς ἐν παραβολαῖς λαλεῖν, Ἀμπελῶνα ἄνθρωπος ἐφύτευσεν, καὶ περιέθηκεν φραγμὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. The Parable of the Vineyard and the Tenants Mk.12.1-17 (Jerusalem) -[ Mk.12.1-17 → ] - Mt.21.20-22, Lk.20.9-19, Is.5.1-2
2 καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τῶν καρπῶν τοῦ ἀμπελῶνος·  
3 καὶ λαβόντες αὐτὸν ἐδειραν καὶ ἀπέστειλαν κενόν.  
4 καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἀλλον δοῦλον· κἀκεῖνον ἐκεφαλίωσαν καὶ ἠτίμασαν.  
5 καὶ ἀλλον ἀπέστειλεν, κἀκεῖνον ἀπέκτειναν, καὶ πολλοὺς ἀλλους, οὓς μὲν δέροντες οὓς δὲ ἀποκτέννοντες.  
6 ἐτι ἑνα εἶχεν, υἱὸν ἀγαπητόν· ἀπέστειλεν αὐτὸν ἐσχατον πρὸς αὐτοὺς λέγων ὅτι Ἐντραπήσονται τὸν υἱόν μου.

 
7 ἐκεῖνοι δὲ οἱ γεωργοὶ πρὸς ἑαυτοὺς εἶπαν ὅτι Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἐσται ἡ κληρονομία.  
8 καὶ λαβόντες ἀπέκτειναν αὐτόν, καὶ ἐξέβαλον αὐτὸν ἐξω τοῦ ἀμπελῶνος.  
9 τί οὖν ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς, καὶ δώσει τὸν ἀμπελῶνα ἀλλοις.  
10 οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε,
Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες,
οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας·

- The stone which the builders rejected. Mk.12.10-11 - Ps.118.22-23
11 παρὰ κυρίου ἐγένετο αὕτη,
καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;

 
12 Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὀχλον, ἐγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπεν. καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.

 
13 Καὶ ἀποστέλλουσιν πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσιν λόγῳ. Paying Taxes to Caesar Mk.12.13-17 (Jerusalem) -[ Mk.12.13-17 → ] - Mt.22.15-22, Lk.20.20-26
14 καὶ ἐλθόντες λέγουσιν αὐτῷ, Διδάσκαλε, οἰδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ' ἐπ' ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις· ἐξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; Δῶμεν ἢ μὴ δῶμεν;  
15 ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς, Τί με πειράζετὲ φέρετέ μοι δηνάριον ἵνα ἰδω.

 
16 οἱ δὲ ἠνεγκαν. καὶ λέγει αὐτοῖς, Τίνος ἡ εἰκὼν αὑτη καὶ ἡ ἐπιγραφή; οἱ δὲ εἶπαν αὐτῷ, Καίσαρος.  
17 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Τὰ Καίσαρος ἀπόδοτε Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. καὶ ἐξεθαύμαζον ἐπ' αὐτῷ.  
18 Καὶ ἐρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἱτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι, καὶ ἐπηρώτων αὐτὸν λέγοντες, The Question about the Resurrection Mk.12.18-27 (Jerusalem) -[ Mk.12.18-27 → ] - Mt.22.23-33, Lk.20.27-40
19 διδάσκαλε, μωϋσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα καὶ μὴ ἀφῇ τέκνον, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.

 
20 ἑπτὰ ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος ἐλαβεν γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκεν σπέρμα·  
21 καὶ ὁ δεύτερος ἐλαβεν αὐτήν, καὶ ἀπέθανεν μὴ καταλιπὼν σπέρμα· καὶ ὁ τρίτος ὡσαύτως·  
22 καὶ οἱ ἑπτὰ οὐκ ἀφῆκαν σπέρμα. ἐσχατον πάντων καὶ ἡ γυνὴ ἀπέθανεν.  
23 ἐν τῇ ἀναστάσει , ὁταν ἀναστῶσιν, τίνος αὐτῶν ἐσται γυνή; οἱ γὰρ ἑπτὰ ἐσχον αὐτὴν γυναῖκα.

 
24 ἐφη αὐτοῖς ὁ Ἰησοῦς, Οὐ διὰ τοῦτο πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ;

 
25 ὁταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὐτε γαμοῦσιν οὐτε γαμίζονται, ἀλλ' εἰσὶν ὡς ἀγγελοι ἐν τοῖς οὐρανοῖς.  
26 περὶ δὲ τῶν νεκρῶν ὅτι ἐγείρονται οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέως ἐπὶ τοῦ βάτου πῶς εἶπεν αὐτῷ ὁ θεὸς λέγων, Ἐγὼ ὁ θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ;

 
27 οὐκ ἐστιν θεὸς νεκρῶν ἀλλὰ ζώντων· πολὺ πλανᾶσθε.  
28 Καὶ προσελθὼν εἷς τῶν γραμματέων ἀκούσας αὐτῶν συζητούντων, ἰδὼν ὅτι καλῶς ἀπεκρίθη αὐτοῖς, ἐπηρώτησεν αὐτόν, Ποία ἐστὶν ἐντολὴ πρώτη πάντων; The Great Commandment Mk.12.28-34 (Jerusalem) -[ Mk.12.28-34 → ] - Mt.22.34-40, Lk.10.25-28
29 ἀπεκρίθη ὁ Ἰησοῦς ὅτι Πρώτη ἐστίν, Ἄκουε, Ἰσραήλ, κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστιν,

- Hear, O Israel Mk.12.29 - Dt.6.4-5, Jos.22.5
30 καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου.

 
31 δευτέρα αὑτη, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. μείζων τούτων ἀλλη ἐντολὴ οὐκ ἐστιν.

- You shall love your neighbour as yourself Mk.12.31 - Lv.19.18
32 καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς, Καλῶς, διδάσκαλε, ἐπ' ἀληθείας εἶπες ὅτι εἷς ἐστιν καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ·

- And the scribe said to him, Mk.12.32 - Dt.6.4, Dt.4.35, Is.45.21
33 καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς συνέσεως καὶ ἐξ ὅλης τῆς ἰσχύος καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν περισσότερόν ἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν.

 
34 καὶ ὁ Ἰησοῦς ἰδὼν αὐτὸν ὅτι νουνεχῶς ἀπεκρίθη εἶπεν αὐτῷ, Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ θεοῦ. καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.

 
35 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἐλεγεν διδάσκων ἐν τῷ ἱερῷ, Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ Χριστὸς υἱὸς Δαυίδ ἐστιν;

The Question about David's Son  Mk.12.35-37 (Jerusalem) -[ Mk.12.35-37 → ] - Mt.22.41-46, Lk.20.41-44
36 αὐτὸς Δαυὶδ εἶπεν ἐν τῷ πνεύματι τῷ ἀγίῳ,
εἶπεν κύριος τῷ κυρίῳ μου,
κάθου ἐκ δεξιῶν μου
ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποκάτω τῶν ποδῶν σου.

- The Lord said to my Lord Mk.12.36 - Ps.110.1
37 αὐτὸς Δαυὶδ λέγει αὐτὸν κύριον, καὶ πόθεν αὐτοῦ ἐστιν υἱός; καὶ πολὺς ὀχλος ἠκουεν αὐτοῦ ἡδέως.

 
38 Καὶ ἐν τῇ διδαχῇ αὐτοῦ ἐλεγεν, βλέπετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς

The Denouncing of the Scribes  Mk.12.38-40[ Mk.12.38-40 → ] - Mt.23.1-36, Lk.11.37-52, Lk.20.45-47
39 καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις·  
40 οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι, οὗτοι λήμψονται περισσότερον κρίμα.

 
41 Καὶ καθίσας κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὀχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον· καὶ πολλοὶ πλούσιοι ἐβαλλον πολλά· The Widow's Offering Mk.12.41-44 (Jerusalem) -[ Mk.12.41-44 → ] - Lk.21.1-4
42 καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἐβαλεν λεπτὰ δύο, ὁ ἐστιν κοδράντης.  
43 καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα αὑτη ἡ πτωχὴ πλεῖον πάντων ἐβαλεν τῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον·  
44 πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἐβαλον, αὑτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὁσα εἶχεν ἐβαλεν, ὁλον τὸν βίον αὐτῆς.  
    << | ΜΚ:12 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.