katapi New Study Bible - select-a-version
katapi HOME >>
New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΚΑΤΑ ΜΑΡΚΟΝ | GNT: contents | | by passage | search---> | GO TO highlighted passage ↓ | in flowing text | select- | 2 | -versions | notes

1ΚΑΤΑ ΜΑΡΚΟΝ

1 Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ υἱοῦ θεοῦ.

The Preaching of John the Baptist   Mk.1.1-8 (Judaea ) - written 45-60ce. Story opens c[ Mk.1.1-8 → ] - Mt.3.1-12, Lk.3.1-9, Jn.1.19-28
2 Kαθὼς γέγραπται ἐν τῷ Ἠσαΐᾳ τῷ προφήτῃ,
Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου,
ὃς κατασκευάσει τὴν ὁδόν
σου·

- Behold, I send my messenger Mk.1.2 - Mal.3.1
3 φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ,
Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου,
εὐθείας ποιεῖτε τὰς τρίβους
αὐτοῦ -

- the voice of one crying in the wilderness   Mk.1.3 ( ) - - Is.40.1
4 ἐγένετο Ἰωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἀφεσιν ἀμαρτιῶν.

 
5 καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται πάντες, καὶ ἐβαπτίζοντο ὑπ' αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ ἐξομολογούμενοι τὰς ἀμαρτίας αὐτῶν.

 
6 καὶ ἦν ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἀγριον.

 
7 καὶ ἐκήρυσσεν λέγων, Ἐρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ·

 
8 ἐγὼ ἐβάπτισα ὑμᾶς ὑδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν πνεύματι ἀγίῳ.  
9 Kαὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις ἦλθεν Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου.

The Baptism of Jesus Mk.1.9-11[ Mk.1.9-11 → ] - Mt.3.13-17, Lk.3.21-22
10 καὶ εὐθὺς ἀναβαίνων ἐκ τοῦ ὑδατος εἶδεν σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ Πνεῦμα ὡς περιστερὰν καταβαῖνον εἰς αὐτόν·  
11 καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν, Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.

 
12 Καὶ εὐθὺς τὸ Πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἐρημον. The Temptation of Jesus Mk.1.12-13 (Wilderness of Judaea) -[ Mk.1.12-13 → ] - Mt.4.1-11, Lk.4.1-13
13 καὶ ἦν ἐν τῇ ἐρήμῳ τεσσεράκοντα ἡμέρας πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἀγγελοι διηκόνουν αὐτῷ.  
14 Μετὰ δὲ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ εὐαγγέλιον τοῦ θεοῦ The Calling of Four Fishermen Mk.1.14-20 (Capernaum) -[ Mk.1.14-20 → ] - Mt.4.18-22, Lk.4.14-15, Lk.5.1-11
15 καὶ λέγων ὅτι Πεπλήρωται ὁ καιρὸς καὶ Ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.  
16 Καὶ παράγων παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν Σίμωνος ἀμφιβάλλοντας ἐν τῇ θαλάσσῃ· ἦσαν γὰρ ἀλιεῖς.  
17 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἀλιεῖς ἀνθρώπων.  
18 καὶ εὐθὺς ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.

 
19 Καὶ προβὰς ὀλίγον εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα,

 
20 καὶ εὐθὺς ἐκάλεσεν αὐτούς. καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ.  
21 Καὶ εἰσπορεύονται εἰς Καφαρναούμ. καὶ εὐθὺς τοῖς σάββασιν εἰσελθὼν εἰς τὴν συναγωγὴν ἐδίδασκεν. The Man with an Unclean Spirit Mk.1.21-28 (Capernaum) -[ Mk.1.21-28 → ] - Lk.4.31-37
22 καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἐχων καὶ οὐχ ὡς οἱ γραμματεῖς.  
23 καὶ εὐθὺς ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξεν

 
24 λέγων, Τί ἡμῖν καὶ σοί, Ἰησοῦ Nαζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἀγιος τοῦ θεοῦ.

 
25 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων, φιμώθητι καὶ ἐξελθε ἐξ αὐτοῦ.  
26 καὶ σπαράξαν αὐτὸν τὸ Πνεῦμα τὸ ἀκάθαρτον καὶ φωνῆσαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ.  
27 καὶ ἐθαμβήθησαν ἀπαντες, ὡστε συζητεῖν πρὸς ἑαυτοὺς λέγοντας, Τί ἐστιν τοῦτὸ διδαχὴ καινὴ κατ' ἐξουσίαν· καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ.

 
28 καὶ ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εὐθὺς πανταχοῦ εἰς ὁλην τὴν περίχωρον τῆς Γαλιλαίας.  
29 Καὶ εὐθὺς ἐκ τῆς συναγωγῆς ἐξελθόντες ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου μετὰ Ἰακώβου καὶ Ἰωάννου.

Jesus heals many people Mk.1.29-34 (Capernaum) -[ Mk.1.29-34 → ] - Mt.8.14-17, Lk.4.38-41
30 ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ εὐθὺς λέγουσιν αὐτῷ περὶ αὐτῆς.  
31 καὶ προσελθὼν ἠγειρεν αὐτὴν κρατήσας τῆς χειρός· καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ διηκόνει αὐτοῖς.

 
32 Ὀψίας δὲ γενομένης, ὅτε ἐδυ ὁ ἡλιος, ἐφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἐχοντας καὶ τοὺς δαιμονιζομένους·  
33 καὶ ἦν ὁλη ἡ πόλις ἐπισυνηγμένη πρὸς τὴν θύραν.  
34 καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἐχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλεν, καὶ οὐκ ἠφιεν λαλεῖν τὰ δαιμόνια, ὅτι ᾐδεισαν αὐτόν.  
35 Καὶ πρωῒ ἐννυχα λίαν ἀναστὰς ἐξῆλθεν καὶ ἀπῆλθεν εἰς ἐρημον τόπον κἀκεῖ προσηύχετο. Jesus preaches in Galilee Mk.1.35-39 (Galilee) -[ Mk.1.35-39 → ] - Lk.4.42-44
36 καὶ κατεδίωξεν αὐτὸν Σίμων καὶ οἱ μετ' αὐτοῦ,  
37 καὶ εὗρον αὐτὸν καὶ λέγουσιν αὐτῷ ὅτι Πάντες ζητοῦσίν σε.  
38 καὶ λέγει αὐτοῖς, Ἄγωμεν ἀλλαχοῦ εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω· εἰς τοῦτο γὰρ ἐξῆλθον.

 
39 καὶ ἦλθεν κηρύσσων εἰς τὰς συναγωγὰς αὐτῶν εἰς ὁλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων.  
40 Καὶ ἐρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν καὶ γονυπετῶν καὶ λέγων αὐτῷ ὅτι Ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. The Cleansing of a Leper Mk.1.40-45 (Galilee) -[ Mk.1.40-45 → ] - Mt.8.1-4, Lk.5.12-16
41 καὶ σπλαγχνισθεὶς ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἡψατο καὶ λέγει αὐτῷ, Θέλω, καθαρίσθητι·

 
42 καὶ εὐθὺς ἀπῆλθεν ἀπ' αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη.  
43 καὶ ἐμβριμησάμενος αὐτῷ εὐθὺς ἐξέβαλεν αὐτόν,  
44 καὶ λέγει αὐτῷ, Ὅρα μηδενὶ μηδὲν εἰπῃς, ἀλλὰ ὑπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἂ προσέταξεν Μωϋσῆς, εἰς μαρτύριον αὐτοῖς.

 
45 ὁ δὲ ἐξελθὼν ἠρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὡστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλ' ἐξω ἐπ' ἐρήμοις τόποις ἦν· καὶ ἠρχοντο πρὸς αὐτὸν πάντοθεν.

 
    | ΜΚ:1 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.