8 | ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ | ||
1 | Καταβάντος δὲ αὐτοῦ ἀπὸ τοῦ ὀρους ἠκολούθησαν αὐτῷ ὀχλοι πολλοί. | The Cleansing of a Leper Mt.8.1-4 (Galilee) -[ Mt.8.1-4 → ] - Mk.1.40-45, Lk.5.12-16 | |
2 | καὶ ἰδοὺ λεπρὸς προσελθὼν προσεκύνει αὐτῷ λέγων, Κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. | ||
3 | καὶ ἐκτείνας τὴν χεῖρα ἡψατο αὐτοῦ λέγων, Θέλω, καθαρίσθητι· καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα. | ||
4 | καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Ὅρα μηδενὶ εἰπῃς, ἀλλὰ ὑπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκον τὸ δῶρον ὃ προσέταξεν Μωϋσῆς, εἰς μαρτύριον αὐτοῖς. | ||
5 | Εἰσελθόντος δὲ αὐτοῦ εἰς Καφαρναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν | ← The Healing of a centurion's Servant Mt.8.5-13 (Capernaum) -[ Mt.8.5-13 → ] - Lk.7.1-10, Jn.4.43-54 | |
6 | καὶ λέγων, Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. | ||
7 | καὶ λέγει αὐτῷ, Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. | ||
8 | καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἐφη, Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. | ||
9 | καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἐχων ὑπ' ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, Πορεύθητι, καὶ πορεύεται, καὶ ἀλλῳ, Ἔρχου, καὶ ἐρχεται, καὶ τῷ δούλῳ μου, Ποίησον τοῦτο, καὶ ποιεῖ. | ||
10 | ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασεν καὶ εἶπεν τοῖς ἀκολουθοῦσιν, Ἀμὴν λέγω ὑμῖν, παρ' οὐδενὶ τοσαύτην πίστιν ἐν τῷ Ἰσραὴλ εὗρον. | ||
11 | λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἡξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· | ||
12 | οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἐσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. | ||
13 | καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῃ, Ὕπαγε, ὡς ἐπίστευσας γενηθήτω σοι. καὶ ἰάθη ὁ παῖς ἐν τῇ ὡρᾳ ἐκείνῃ. | ||
14 | Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου εἶδεν τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν· | The Healing of Many People Mt.8.14-17 (Capernaum) -[ Mt.8.14-17 → ] - Mk.1.29-34, Lk.4.38-41 | |
15 | καὶ ἡψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός· καὶ ἠγέρθη καὶ διηκόνει αὐτῷ. | ||
16 | Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς· καὶ ἐξέβαλεν τὰ πνεύματα λόγῳ, καὶ πάντας τοὺς κακῶς ἐχοντας ἐθεράπευσεν· | ||
17 | ὁπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος, καὶ τὰς νόσους ἐβάστασεν. | - He took our infirmities Mt.8.17 - Is.53.4 | |
18 | Ἰδὼν δὲ ὁ Ἰησοῦς ὀχλον περὶ αὐτὸν ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν. | The Would-be Followers of Jesus Mt.8.18-22 (Capernaum) -[ Mt.8.18-22 → ] - Lk.9.57-62 | |
19 | καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ, Διδάσκαλε, ἀκολουθήσω σοι ὁπου ἐὰν ἀπέρχῃ. | ||
20 | καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Αἱ ἀλώπεκες φωλεοὺς ἐχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἐχει ποῦ τὴν κεφαλὴν κλίνῃ. | ||
21 | ἑτερος δὲ τῶν μαθητῶν εἶπεν αὐτῷ, κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου. | ||
22 | ὁ δὲ Ἰησοῦς λέγει αὐτῷ, Ἀκολούθει μοι, καὶ ἀφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. | ||
23 | Καὶ ἐμβάντι αὐτῷ εἰς πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. | The Calming of a Storm Mt.8.23-27 (Capernaum) -[ Mt.8.23-27 → ] - Mk.4.35-41, Lk.8.22-25 | |
24 | καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὡστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων· αὐτὸς δὲ ἐκάθευδεν. | ||
25 | καὶ προσελθόντες ἠγειραν αὐτὸν λέγοντες, Κύριε, σῶσον, ἀπολλύμεθα. | ||
26 | καὶ λέγει αὐτοῖς, Τί δειλοί ἐστε, ὀλιγόπιστοὶ τότε ἐγερθεὶς ἐπετίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη. | ||
27 | οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες, Ποταπός ἐστιν οὗτος ὅτι καὶ οἱ ἀνεμοι καὶ ἡ θάλασσα αὐτῷ ὑπακούουσιν; | ||
28 | Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γαδαρηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὡστε μὴ ἰσχύειν τινὰ παρελθεῖν δ ιὰ τῆς ὁδοῦ ἐκείνης. | The Healing of the Gadarene Demoniacs Mt.8.28-34 (Gergesa) -[ Mt.8.28-34 → ] - Mk.5.1-20, Lk.8.26-39 | |
29 | καὶ ἰδοὺ ἐκραξαν λέγοντες, Τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; | ||
30 | ἦν δὲ μακρὰν ἀπ' αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. | ||
31 | οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες, Εἰ ἐκβάλλεις ἡμᾶς, ἀπόστειλον ἡμᾶς εἰς τὴν ἀγέλην τῶν χοίρων. | ||
32 | καὶ εἶπεν αὐτοῖς, Ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τοὺς χοίρους· καὶ ἰδοὺ ὡρμησεν πᾶσα ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὑδασιν. | ||
33 | οἱ δὲ βόσκοντες ἐφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων. | ||
34 | καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς ὑπάντησιν τῷ Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὁπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν. | ||
<< | ΜΘ:8 | >> |
---|