4 | ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ | ||
1 | Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἐρημον ὑπὸ τοῦ πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. | The Temptation of Jesus Mt.4.1-11 (Wilderness of Judaea) -[ Mt.4.1-11 → ] - Mk.1.12-13, Lk.4.1-13 | |
2 | καὶ νηστεύσας ἡμέρας τεσσεράκοντα καὶ νύκτας τεσσεράκοντα ὑστερον ἐπείνασεν. | ||
3 | Καὶ προσελθὼν ὁ πειράζων εἶπεν αὐτῷ, Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἀρτοι ένωνται. | ||
4 | ὁ δὲ ἀποκριθεὶς εἶπεν, Γέγραπται, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ. | - Man shall not live by bread alone Mt.4.4 - Dt.8.3 | |
5 | Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἀγίαν πόλιν, καὶ ἐστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, | ||
6 | καὶ λέγει αὐτῷ, Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. | - He will give his angels charge of you Mt.4.6 - Ps.91.11-12 | |
7 | ἐφη αὐτῷ ὁ Ἰησοῦς, Πάλιν γέγραπται, Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου. | - You shall not tempt the Lord your God Mt.4.7 - Dt.6.16 | |
8 | Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὀρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν, | ||
9 | καὶ εἶπεν αὐτῷ, Ταῦτά σοι πάντα δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι. | ||
10 | τότε λέγει αὐτῷ ὁ Ἰησοῦς, ὑπαγε, Σατανᾶ· γέγραπται γάρ, καὶ αὐτῷ μόνῳ λατρεύσεις. | - You shall worship the Lord your God Mt.4.10 - Dt.6.13 | |
11 | Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἀγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ. | ||
12 | ἀκούσας δὲ ὅτι Ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν. | The Beginning of the Galilean Ministry Mt.4.12-17 (Machaerus-Capernaum) -[ Mt.4.12-17 → ] - Mk.1.14-15, Lk.4.14-15 | |
13 | καὶ καταλιπὼν τὴν Ναζαρὰ ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλίμ· | ||
14 | ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος, | ||
15 | Γῆ ζαβουλὼν καὶ γῆ Νεφθαλίμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, | - The land of Zeb'ulun. Mt.4.15-16 - Is.9.1-2, Is.42.7 | |
16 | ὁ λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδεν μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς. | ||
17 | Ἀπὸ τότε ἠρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν, Μετανοεῖτε, Ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. | ||
18 | περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γ ὰρ ἀλιεῖς. | The Calling of Four Fishermen Mt.4.18-22 (Capernaum) -[ Mt.4.18-22 → ] - Mk.1.16-20, Lk.5.1-11 | |
19 | καὶ λέγει αὐτοῖς, Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἀλιεῖς ἀνθρώπων. | ||
20 | οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. | ||
21 | καὶ προβὰς ἐκεῖθεν εἶδεν ἀλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δι κτυα αὐτῶν· καὶ ἐκάλεσεν αὐτούς. | ||
22 | οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ. | ||
23 | Καὶ περιῆγεν ἐν ὁλῃ τῇ Γαλιλαίᾳ, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ. | ← Ministering to a Great Multitude Mt.4.23-25 (Galilee) -[ Mt.4.23-25 → ] - Lk.6.17-19 | |
24 | καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὁλην τὴν Συρίαν· καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἐχοντας ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ παραλυτικούς, καὶ ἐθεράπευσεν αὐτοίς. | ||
25 | καὶ ἠκολούθησαν αὐτῷ ὀχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ Ἱεροσολύμων καὶ Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου. | ||
<< | ΜΘ:4 | >> |
---|