katapi New Study Bible - select-a-version
katapi HOME << >>
New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ | GNT: contents | | by passage | search---> | in flowing text | select- | 2 | -versions | notes

24ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ

1 Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ἀπὸ τοῦ ἱεροῦ ἐπορεύετο, καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ· The Destruction of the Temple Foretold Mt.24.1-2 (Olivet) -[ Mt.24.1-2 → ] - Mk.13.1-2, Lk.21.5-6
2 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Οὐ βλέπετε ταῦτα πάντὰ ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ καταλυθήσεται.

 
3 Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ Ὄρους τῶν Ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ' ἰδίαν λέγοντες, Εἰπὲ ἡμῖν πότε ταῦτα ἐσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ συντελε ίας τοῦ αἰῶνος. The Beginning of the Woes Mt.24.3-14 (Olivet) -[ Mt.24.3-14 → ] - Mk.13.3-13, Lk.21.7-19
4 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Βλέπετε μή τις ὑμᾶς πλανήσῃ·

 
5 πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, Ἐγώ εἰμι ὁ Χριστός, καὶ πολλοὺς πλανήσουσιν.  
6 μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε, μὴ θροεῖσθε· δεῖ γὰρ γενέσθαι, ἀλλ' οὐπω ἐστὶν τὸ τέλος.  
7 ἐγερθήσεται γὰρ ἐθνος ἐπὶ ἐθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἐσονται λιμοὶ καὶ σεισμοὶ κατὰ τόπους·  
8 πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων.  
9 τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἐσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὀνομά μου.  
10 καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσιν καὶ μισήσουσιν ἀλλήλους·

 
11 καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσιν πολλούς·  
12 καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.  
13 ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται.  
14 καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὁλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσιν τοῖς ἐθνεσιν, καὶ τότε ἡξει τὸ τέλος.

 
15 Ὅταν οὖν ἰδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου ἑστὸς ἐν τόπῳ ἁγίῳ, ὁ ἀναγινώσκων νοείτω,

The Great Tribulation Mt.24.15-28 (Olivet) -[ Mt.24.15-28 → ] - Mk.13.14-23, Lk.21.20-24
16 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὀρη,  
17 ὁ ἐπὶ τοῦ δώματος μὴ καταβάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ,  
18 καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ.

 
19 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.  
20 προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος μηδὲ σαββάτῳ·  
21 ἐσται γὰρ τότε θλῖψις μεγάλη οἵα οὐ γέγονεν ἀπ' ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδ' οὐ μὴ γένηται.

- For then there will be great tribulation Mt.24.21 - Dn.12.1, Jl.2.2
22 καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι.  
23 τότε ἐάν τις ὑμῖν εἰπῃ, Ἰδοὺ ὧδε ὁ Χριστός, ἠ, Ὧδε, μὴ πιστεύσητε·

 
24 ἐγερθήσονται γὰρ ψευδόΧριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα μεγάλα καὶ τέρατα ὡστε πλανῆσαι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς·  
25 Ἰδοὺ προείρηκα ὑμῖν.  
26 ἐὰν οὖν εἰπωσιν ὑμῖν, Ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστίν, μὴ ἐξέλθητε· Ἰδοὺ ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε·

 
27 ὡσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἑως δυσμῶν, οὑτως ἐσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.  
28 ὁπου ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.

 
29 Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων,
ὁ ἥλιος σκοτισθήσεται,
καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς,
καὶ οἱ ἀστέρες πεσοῦνται
ἀπὸ τοῦ οὐρανοῦ,
καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.

The Coming of the Son of Man   Mt.24.29-31 ( Olivet ) -[ Mt.24.29-31 → ] - Mk.13.24-37, Lk.21.25-28
30 καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν οὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς·

- then will appear the sign of the Son of man Mt.24.30 - Zch.12.10-14
31 καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος μεγάλης, καὶ ἐπισυνάξουσιν τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ' ἀκρων οὐρανῶν ἑως ἀκρων αὐτῶν.  
32 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὁταν ἠδη ὁ κλάδος αὐτῆς γένηται ἀπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος· The Lesson of the Fig Tree Mt.24.32-35 (Olivet) -[ Mt.24.32-35 → ] - Mk.13.28-31, Lk.21.29-33
33 οὑτως καὶ ὑμεῖς, ὁταν ἰδητε πάντα ταῦτα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.

 
34 ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὑτη ἑως ἂν πάντα ταῦτα γένηται.  
35 ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.  
36 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὡρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἀγγελοι τῶν οὐρανῶν οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατὴρ μόνος.

The Unknown Day and Hour Mt.24.36-44 (Olivet) -[ Mt.24.36-44 → ] - Mk.13.32-37, Lk.17.26-30, Lk.17.34-36
37 ὡσπερ γὰρ αἱ ἡμέραι τοῦ Νῶε, οὑτως ἐσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.

 
38 ὡς γὰρ ἦσαν ἐν ταῖς ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ γαμίζοντες, ἀχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν,  
39 καὶ οὐκ ἐγνωσαν ἑως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἀπαντας, ὑτως ἐσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.  
40 τότε δύο ἐσονται ἐν τῷ ἀγρῷ, εἷς παραλαμβάνεται καὶ εἷς ἀφίεται·  
41 δύο ἀλήθουσαι ἐν τῷ μύλῳ, μία παραλαμβάνεται καὶ μία ἀφίεται.  
42 γρηγορεῖτε οὖν, ὅτι οὐκ οἰδατε ποίᾳ ἡμέρᾳ ὁ κύριος ὑμῶν ἐρχεται.

 
43 ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾐδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἐρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἰασεν διορυχθῆναι τὴν οἰκίαν αὐτοῦ.  
44 διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἑτοιμοι, ὅτι ᾗ οὐ δοκεῖτε ὡρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐρχεται.  
45 Τίς ἀρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος ὃν κατέστησεν ὁ κύριος ἐπὶ τῆς οἰκετείας αὐτοῦ τοῦ δοῦναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ; The Faithful or the Unfaithful Servant Mt.24.45-51 (Olivet) -[ Mt.24.45-51 → ] - Lk.12.41-48
46 μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει οὑτως ποιοῦντα·  
47 ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.  
48 ἐὰν δὲ εἰπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, Χρονίζει μου ὁ κύριος,  
49 καὶ ἀρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ μετὰ τῶν μεθυόντων,  
50 ἡξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὡρᾳ ᾗ οὐ γινώσκει,  
51 καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἐσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

 
    << | ΜΘ:24 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.