katapi New Study Bible - select-a-version
katapi HOME << >>
New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ | GNT: contents | | by passage | search---> | in flowing text | select- | 2 | -versions | notes

22ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ

1 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν ἐν παραβολαῖς αὐτοῖς λέγων,

The Parable of the Marriage Feast Mt.22.1-14[ Mt.22.1-14 → ] - Lk.14.15-24
2 Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὁστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ.

 
3 καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἠθελον ἐλθεῖν.  
4 πάλιν ἀπέστειλεν ἀλλους δούλους λέγων, Εἴπατε τοῖς κεκλημένοις, Ἰδοὺ τὸ ἀριστόν μου ἡτοίμακα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἑτοιμα· δεῦτε εἰς τοὺς γάμ ους.  
5 οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὃς μὲν εἰς τὸν ἰδιον ἀγρόν, ὃς δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ·  
6 οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὑβρισαν καὶ ἀπέκτειναν.  
7 ὁ δὲ βασιλεὺς ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν.  
8 τότε λέγει τοῖς δούλοις αὐτοῦ, Ὁ μὲν γάμος ἑτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἀξιοι·  
9 πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὁσους ἐὰν εὑρητε καλέσατε εἰς τοὺς γάμους.  
10 καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας οὓς εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων.  
11 εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἐνδυμα γάμου·

 
12 καὶ λέγει αὐτῷ, ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἐχων ἐνδυμα γάμοὺ ὁ δὲ ἐφιμώθη.  
13 τότε ὁ βασιλεὺς εἶπεν τοῖς διακόνοις, Δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἐσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

 
14 πολλοὶ γάρ εἰσιν κλητοὶ ὀλίγοι δὲ ἐκλεκτοί.  
15 Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἐλαβον ὁπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ. Paying Taxes to Caesar Mt.22.15-22 (Jerusalem) -[ Mt.22.15-22 → ] - Mk.12.13-17, Lk.20.20-26
16 καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν λέγοντες, Διδάσκαλε, οἰδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωτον ἀνθρώπων.  
17 εἰπὲ οὖν ἡμῖν τί σοι δοκεῖ· ἐξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὒ;  
18 γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν, Τί με πειράζετε, ὑποκριταί;  
19 ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον.

 
20 καὶ λέγει αὐτοῖς, Τίνος ἡ εἰκὼν αὑτη καὶ ἡ ἐπιγραφή;  
21 λέγουσιν αὐτῷ, Καίσαρος. τότε λέγει αὐτοῖς, Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ.  
22 καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθαν.  
23 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτὸν The Question about the Resurrection Mt.22.23-33 (Jerusalem) -[ Mt.22.23-33 → ] - Mk.12.18-27, Lk.20.27-40
24 λέγοντες, Διδάσκαλε, Μωϋσῆς εἶπεν, Ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. - 'If a man dies, having no children Mt.22.24 - Dt.25.5
25 ἦσαν δὲ παρ' ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γήμας ἐτελεύτησεν, καὶ μὴ ἐχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ·  
26 ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος, ἑως τῶν ἑπτά.  
27 ὑστερον δὲ πάντων ἀπέθανεν ἡ γυνή.  
28 ἐν τῇ ἀναστάσει οὖν τίνος τῶν ἑπτὰ ἐσται γυνή; πάντες γὰρ ἐσχον αὐτήν.  
29 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ·

 
30 ἐν γὰρ τῇ ἀναστάσει οὐτε γαμοῦσιν οὐτε γαμίζονται, ἀλλ' ὡς ἀγγελοι ἐν τῷ οὐρανῷ εἰσιν.

 
31 περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος,

 
32 Ἐγώ εἰμι ὁ θεὸς ἀβραὰμ καὶ ὁ θεὸς ἰσαὰκ καὶ ὁ θεὸς ἰακώβ; οὐκ ἐστιν θεὸς νεκρῶν ἀλλὰ ζώντων.

- 'I am the God of Abraham, and the God of Jacob Mt.22.32 - Ex.3.6, Ex.3.15
33 καὶ ἀκούσαντες οἱ ὀχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.  
34 Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους συνήχθησαν ἐπὶ τὸ αὐτό. The Great Commandment Mt.22.34-40 (Jerusalem) -[ Mt.22.34-40 → ] - Mk.12.28-34, Lk.10.25-28
35 καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικὸς πειράζων αὐτόν,

 
36 Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ;  
37 ὁ δὲ ἐφη αὐτῷ, Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὁλῃ τῇ διανοίᾳ σου·

- You shall love the Lord your God with all your heart Mt.22.37 - Dt.6.5, Jos.22.5
38 αὑτη ἐστὶν ἡ μεγάλη καὶ πρώτη ἐντολή.  
39 δευτέρα δὲ ὁμοία αὐτῇ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.

- You shall love your neighbour as yourself. Mt.22.39 - Lv.19.18
40 ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὁλος ὁ νόμος κρέμαται καὶ οἱ προφῆται.  
41 Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς The Question about David's Son Mt.22.41-46 (Jerusalem) -[ Mt.22.41-46 → ] - Mk.12.35-37, Lk.20.41-44
42 λέγων, Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστιν; λέγουσιν αὐτῷ, Τοῦ Δαυίδ.  
43 λέγει αὐτοῖς, Πῶς οὖν Δαυὶδ ἐν πνεύματι καλεῖ αὐτὸν κύριον λέγων,

 
44 Εἶπεν κύριος τῷ κυρίῳ μου,
Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποκάτω τῶν ποδῶν σου;

- The Lord said to my Lord Mt.22.44 - Ps.110.1
45 εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν;
 
46 καὶ οὐδεὶς ἐδύνατο ἀποκριθῆναι αὐτῷ λόγον, οὐδὲ ἐτόλμησέν τις ἀπ' ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.

 
    << | ΜΘ:22 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.