katapi New Study Bible - select-a-version
katapi HOME << >>
New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ | GNT: contents | | by passage | search---> | GO TO highlighted passage ↓ | in flowing text | select- | 2 | -versions | notes

18ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ

1 Ἐν ἐκείνῃ τῇ ὡρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες, Τίς ἀρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; The Greatest in the Kingdom Mt.18.1-5 (Capernaum) -[ Mt.18.1-5 → ] - Mk.9.33-37, Lk.9.46-48
2 καὶ προσκαλεσάμενος παιδίον ἐστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν  
3 καὶ εἶπεν, Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.  
4 ὁστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.  
5 καὶ ὃς ἐὰν δέξηται ἓν παιδίον τοιοῦτο ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται. Temptations to Sin Mt.18.5-9 (Capernaum) -[ Mt.18.5-9 → ] - Mk.9.42-48, Lk.17.1-2
6 Ὃς δ' ἂν σκανδαλίσῃ ἑνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τη 'ς θαλάσσης.

 
7 οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνάγκη γὰρ ἐλθεῖν τὰ σκάνδαλα, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ δῖ οὗ τὸ σκάνδαλον ἐρχεται.

 
8 Εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε, ἐκκοψον αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν κυλλὸν ἢ χωλόν, ἢ δύο χεῖρας ἢ δύο πόδας ἐχοντ α βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον.

 
9 καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἐξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ δύο ὀφθαλμοὺς ἐχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός.

 
10 Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν ὅτι οἱ ἀγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. The Parable of the Lost Sheep Mt.18.10-14 (Capernaum) -[ Mt.18.10-14 → ] - Lk.15.3-7
11 ῆλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός.

 
12 Τί ὑμῖν δοκεῖ; ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ ἀφήσει τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τὰ ὀρη καὶ πορευθεὶς ζητεῖ τὸ πλανώμενον;

 
13 καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπ' αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις.  
14 οὑτως οὐκ ἐστιν θέλημα ἐμπροσθεν τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς ἵνα ἀπόληται ἓν τῶν μικρῶν τούτων.

 
15 Ἐὰν δὲ ἀμαρτήσῃ εἰς σὲ ὁ ἀδελφός σου, ὑπαγε ἐλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου·

A Brother who Sins Mt.18.15-20[ Mt.18.15-20 → ] - Lk.17.3
16 ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἐτι ἑνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα·

- confirmed by the evidence of two or three witnesses Mt.18.16 - Dt.19.15
17 ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἐστω σοι ὡσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης.  
18 Ἀμὴν λέγω ὑμῖν, ὁσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς ἐσται δεδεμένα ἐν οὐρανῷ καὶ ὁσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς ἐσται λελυμένα ἐν οὐρανῷ.

 
19 Πάλιν λέγω ὑμῖν ὅτι ἐὰν δύο συμφωνήσωσιν ἐξ ὑμῶν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.

 
20 οὗ γάρ εἰσιν δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὀνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.  
21 Τότε προσελθὼν ὁ Πέτρος εἶπεν αὐτῷ, Κύριε, ποσάκις ἀμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐτῷ; ἑως ἑπτάκις; The Parable of the Unforgiving Servant Mt.18.21-35 (Capernaum) -
22 λέγει αὐτῷ ὁ Ἰησοῦς, Οὐ λέγω σοι ἑως ἑπτάκις ἀλλὰ ἑως ἑβδομηκοντάκις ἑπτά.

 
23 Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὃς ἠθέλησεν συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ.  
24 ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων.

 
25 μὴ ἐχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος πραθῆναι καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ πάντα ὁσα ἐχει, καὶ ἀποδοθῆναι.  
26 πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων, Μακροθύμησον ἐπ' ἐμοί, καὶ πάντα ἀποδώσω σοι.  
27 σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτόν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ.  
28 ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἑνα τῶν συνδούλων αὐτοῦ ὃς ὠφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἐπνιγεν λέγων, Ἀπόδος εἰ τι ὀφείλεις.

 
29 πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ παρεκάλει αὐτὸν λέγων, Μακροθύμησον ἐπ' ἐμοί, καὶ ἀποδώσω σοι.  
30 ὁ δὲ οὐκ ἠθελεν, ἀλλὰ ἀπελθὼν ἐβαλεν αὐτὸν εἰς φυλακὴν ἑως ἀποδῷ τὸ ὀφειλόμενον.  
31 ἰδόντες οὖν οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα.  
32 τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ, Δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με·  
33 οὐκ ἐδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς κἀγὼ σὲ ἠλέησὰ;  
34 καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἑως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον.

 
35 Οὑτως καὶ ὁ πατήρ μου ὁ οὐράνιος ποιήσει ὑμῖν ἐὰν μὴ ἀφῆτε ἑκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν.  
    << | ΜΘ:18 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.