|
17 | ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ |
|
1 |
Καὶ μεθ' ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὀρος ὑψηλὸν κατ' ἰδίαν. | The Transfiguration of Jesus Mt.17.1-13[ Mt.17.1-13 → ] - Mk.9.2-13, Lk.9.28-36 |
2 |
καὶ μετεμορφώθη ἐμπροσθεν αὐτῶν, καὶ ἐλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἡλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς. | |
3 |
καὶ ἰδοὺ ὠφθη αὐτοῖς Μωϋσῆς καὶ Ἠλίας συλλαλοῦντες μετ' αὐτοῦ. | |
4 |
ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν τῷ Ἰησοῦ, Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσω ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν. | |
5 |
ἐτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· ἀκούετε αὐτοῦ. | |
6 |
καὶ ἀκούσαντες οἱ μαθηταὶ ἐπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα. | |
7 |
καὶ προσῆλθεν ὁ Ἰησοῦς καὶ ἀψάμενος αὐτῶν εἶπεν, Ἐγέρθητε καὶ μὴ φοβεῖσθε. | |
8 |
ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ αὐτὸν Ἰησοῦν μόνον. | |
9 |
Καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὀρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων, Μηδενὶ εἰπητε τὸ ὁραμα ἑως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἐγερθῇ. | |
10 |
καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ λέγοντες, Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; | |
11 |
ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἠλίας μὲν ἐρχεται καὶ ἀποκαταστήσει πάντα· | |
12 |
λέγω δὲ ὑμῖν ὅτι Ἠλίας ἠδη ἦλθεν, καὶ οὐκ ἐπέγνωσαν αὐτὸν ἀλλὰ ἐποίησαν ἐν αὐτῷ ὁσα ἠθέλησαν· οὑτως καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ' αὐτῶν. | |
13 |
τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς. | |
14 |
Καὶ ἐλθόντων πρὸς τὸν ὀχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν | The Healing of a Boy with a Demon Mt.17.14-21 (Mount Hermon) -[ Mt.17.14-21 → ] - Mk.9.14-29, Lk.9.37-43 |
15 |
καὶ λέγων, Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὑδωρ. | |
16 |
καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. | |
17 |
ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Ὦ γενεὰ ἀπιστος καὶ διεστραμμένη, ἑως πότε μεθ' ὑμῶν ἐσομαὶ ἑως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. | |
18 |
καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ' αὐτοῦ τὸ δαιμόνιον· καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὡρας ἐκείνης. | |
19 |
Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ' ἰδίαν εἶπον, Διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; | |
20 |
ὁ δὲ λέγει αὐτοῖς, Διὰ τὴν ὀλιγοπιστίαν ὑμῶν· ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἐχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὀρει τούτῳ, Μετάβα ἐνθεν ἐκεῖ, καὶ μεταβήσεται· κα ὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. | |
21 |
τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἑν προσευχῆ καὶ νηστεία. | |
22 |
Συστρεφομένων δὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων, | ← Jesus again Foretells his Death and Resurrection Mt.17.22-23 (Mount Hermon) -[ Mt.17.22-23 → ] - Mk.9.30-32, Lk.9.43-45 |
23 |
καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. καὶ ἐλυπήθησαν σφόδρα. | |
24 |
Ἐλθόντων δὲ αὐτῶν εἰς Καφαρναοὺμ προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπαν, Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμὰ; | Payment of the Temple Tax Mt.17.24-27 (Capernaum) - |
25 |
λέγει, Ναί. καὶ ἐλθόντα εἰς τὴν οἰκίαν προέφθασεν αὐτὸν ὁ Ἰησοῦς λέγων, τί σοι δοκεῖ, Σίμων; οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσιν τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτ ῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων; | |
26 |
εἰπόντος δέ, Ἀπὸ τῶν ἀλλοτρίων, ἐφη αὐτῷ ὁ Ἰησοῦς, Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί. | |
27 |
ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς θάλασσαν βάλε ἀγκιστρον καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸ ς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ. | |
|
|
<< | ΜΘ:17 | >> |
|