katapi New Study Bible - select-a-version
katapi HOME << >>
New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ | GNT: contents | | by passage | search---> | in flowing text | select- | 2 | -versions | notes

14ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ

1 Ἐν ἐκείνῳ τῷ καιρῷ ἠκουσεν Ἡρῴδης ὁ τετραάρχης τὴν ἀκοὴν Ἰησοῦ, The Death of John the Baptist Mt.14.1-12 (Machaerus) -[ Mt.14.1-12 → ] - Mk.6.14-29, Lk.9.7-9
2 καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ, Οὗτός ἐστιν Ἰωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ.  
3 Ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην ἐδησεν αὐτὸν καὶ ἐν φυλακῇ ἀπέθετο διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ·

 
4 ἐλεγεν γὰρ ὁ Ἰωάννης αὐτῷ, Οὐκ ἐξεστίν σοι ἐχειν αὐτήν.  
5 καὶ θέλων αὐτὸν ἀποκτεῖναι ἐφοβήθη τὸν ὀχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον.  
6 γενεσίοις δὲ γενομένοις τοῦ Ἡρῴδου ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος ἐν τῷ μέσῳ καὶ ἠρεσεν τῷ Ἡρῴδῃ,

 
7 ὁθεν μεθ' ὁρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται.

 
8 ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, Δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.

 
9 καὶ λυπηθεὶς ὁ βασιλεὺς διὰ τοὺς ὁρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσεν δοθῆναι,  
10 καὶ πέμψας ἀπεκεφάλισεν τὸν Ἰωάννην ἐν τῇ φυλακῇ·  
11 καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ, καὶ ἠνεγκεν τῇ μητρὶ αὐτῆς.  
12 καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ πτῶμα καὶ ἐθαψαν αὐτόν, καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ.  
13 Ἀκούσας δὲ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἐρημον τόπον κατ' ἰδίαν· καὶ ἀκούσαντες οἱ ὀχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων. The Feeding of the Five Thousand Mt.14.13-21 (Bethsaida) -[ Mt.14.13-21 → ] - Mk.6.30-44, Lk.9.10-17, Jn.6.1-14
14 καὶ ἐξελθὼν εἶδεν πολὺν ὀχλον, καὶ ἐσπλαγχνίσθη ἐπ' αὐτοῖς καὶ ἐθεράπευσεν τοὺς ἀρρώστους αὐτῶν.  
15 ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ λέγοντες, Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὡρα ἠδη παρῆλθεν· ἀπόλυσον τοὺς ὀχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑα υτοῖς βρώματα.

 
16 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐ χρείαν ἐχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν.

 
17 οἱ δὲ λέγουσιν αὐτῷ, Οὐκ ἐχομεν ὧδε εἰ μὴ πέντε ἀρτους καὶ δύο ἰχθύας.  
18 ὁ δὲ εἶπεν, Φέρετέ μοι ὧδε αὐτούς.  
19 καὶ κελεύσας τοὺς ὀχλους ἀνακλιθῆναι ἐπὶ τοῦ χόρτου, λαβὼν τοὺς πέντε ἀρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κλάσας ἐδωκεν τοῖς μαθηταῖς το ὺς ἀρτους οἱ δὲ μαθηταὶ το ὄχλοις.  
20 καὶ ἐφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις.  
21 οἱ δὲ ἐσθίοντες ἦσαν ἀνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων.  
22 Καὶ εὐθέως ἠνάγκασεν τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἑως οὗ ἀπολύσῃ τοὺς ὀχλους. Walking on the Water Mt.14.22-33 (Lake of Gennesaret) -[ Mt.14.22-33 → ] - Mk.6.45-52, Jn.6.15-21
23 καὶ ἀπολύσας τοὺς ὀχλους ἀνέβη εἰς τὸ ὀρος κατ' ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ.  
24 τὸ δὲ πλοῖον ἠδη σταδίους πολλοὺς ἀπὸ τῆς γῆς ἀπεῖχεν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων, ἦν γὰρ ἐναντίος ὁ ἀνεμος.

 
25 τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἦλθεν πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τὴν θάλασσαν.  
26 οἱ δὲ μαθηταὶ ἰδόντες αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι Φάντασμά ἐστιν, καὶ ἀπὸ τοῦ φόβου ἐκραξαν.  
27 εὐθὺς δὲ ἐλάλησεν ὁ Ἰησοῦς αὐτοῖς λέγων, Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε.  
28 ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπεν, Κύριε, εἰ σὺ εἶ, κέλευσόν με ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὑδατα·  
29 ὁ δὲ εἶπεν, Ἐλθέ. καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὑδατα καὶ ἦλθεν πρὸς τὸν Ἰησοῦν.  
30 βλέπων δὲ τὸν ἀνεμον ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἐκραξεν λέγων, Κύριε, σῶσόν με.

 
31 εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ, Ὀλιγόπιστε, εἰς τί ἐδίστασας;  
32 καὶ ἀναβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἀνεμος.  
33 οἱ δὲ ἐν τῷ πλοίῳ προσεκύνησαν αὐτῷ λέγοντες, Ἀληθῶς θεοῦ υἱὸς εἶ.  
34 Καὶ διαπεράσαντες ἦλθον ἐπὶ τὴν γῆν εἰς Γεννησαρέτ. The Healing of the Sick in Gennesaret Mt.14.34-36 (Lake of Gennesaret) -[ Mt.14.34-36 → ] - Mk.6.53-56
35 καὶ ἐπιγνόντες αὐτὸν οἱ ἀνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὁλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἐχοντας,  
36 καὶ παρεκάλουν αὐτὸν ἵνα μόνον ἀψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὁσοι ἡψαντο διεσώθησαν.  
    << | ΜΘ:14 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.