11 | ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ | ||
1 | Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ, μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν. | ||
2 | Ὁ δὲ Ἰωάννης ἀκούσας ἐν τῷ δεσμωτηρίῳ τὰ ἐργα τοῦ Χριστοῦ πέμψας διὰ τῶν μαθητῶν αὐτοῦ | ← The Messengers from John the Baptist Mt.11.2-19[ Mt.11.2-19 → ] - Lk.7.18-35 | |
3 | εἶπεν αὐτῷ, Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἑτερον προσδοκῶμεν; | ||
4 | καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἂ ἀκούετε καὶ βλέπετε· | ||
5 | τυφλοὶ ἀναβλέπουσιν καὶ χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσιν, καὶ νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελίζονται· | - the blind receive their sight Mt.11.5 - Is.35.5-6, Is.42.18, Is.61.1 | |
6 | καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. | ||
7 | Τούτων δὲ πορευομένων ἠρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὀχλοις περὶ Ἰωάννου, Τί ἐξήλθατε εἰς τὴν ἐρημον θεάσασθαὶ κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; | ||
8 | ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἠμφιεσμένον; ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἰκοις τῶν βασιλέων εἰσίν. | ||
9 | ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; προφήτην; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. | ||
10 | οὗτός ἐστιν περὶ οὗ γέγραπται, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. | - I send my messenger before thy face Mt.11.10 - Mal.3.1 | |
11 | ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν. | ||
12 | ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ βαπτιστοῦ ἑως ἀρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἀρπάζουσιν αὐτήν. | ||
13 | πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἑως Ἰωάννου ἐπροφήτευσαν· | ||
14 | καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἐρχεσθαι. | ||
15 | ὁ ἐχων ὦτα ἀκουέτω. | ||
16 | Τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην; ὁμοία ἐστὶν παιδίοις καθημένοις ἐν ταῖς ἀγοραῖς ἂ προσφωνοῦντα τοῖς ἑτέροις | ||
17 | λέγουσιν, ἐθρηνήσαμεν καὶ οὐκ ἐκόψασθε. | ||
18 | ἦλθεν γὰρ Ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσιν, Δαιμόνιον ἐχει· | ||
19 | ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν, Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἀμαρτωλῶν. καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν ἐργων αὐτῆς. | ||
20 | Τότε ἠρξατο ὀνειδίζειν τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν· | Woes to Unrepentent Cities Mt.11.20-24 (Capernaum) -[ Mt.11.20-24 → ] - Lk.10.13-15 | |
21 | Οὐαί σοι, Χοραζίν· οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν. | ||
22 | πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἐσται ἐν ἡμέρᾳ κρίσεως ἢ ὑμῖν. | ||
23 | καὶ σύ, Καφαρναούμ, ἕως ᾅδου καταβήσῃ. ὁτι εἰ ἐν Σοδόμοις ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, ἐμεινεν ἂν μέχρι τῆς σήμερον. | - if the mighty works ... had been done in Sodom Mt.11.23 - Jn.3.7-8, Is.14.13-15 | |
24 | πλὴν λέγω ὑμῖν ὅτι γῇ Σοδόμων ἀνεκτότερον ἐσται ἐν ἡμέρᾳ κρίσεως ἢ σοί. | ||
25 | Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν, Ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἐκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· | Come to Me and Rest Mt.11.25-30 (Capernaum) -[ Mt.11.25-30 → ] - Lk.10.21-22 | |
26 | ναί, ὁ πατήρ, ὅτι οὑτως εὐδοκία ἐγένετο ἐμπροσθέν σου. | ||
27 | Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλ ύψαι. | ||
28 | Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. | ||
29 | ἀρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς καὶ μάθετε ἀπ' ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· | ||
30 | ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν. | ||
<< | ΜΘ:11 | >> |
---|