katapi New Study Bible - select-a-version
katapi HOME << >>
The Septuagint - OLD TESTAMENT | about ΨΑΛΜΟΙ | Lxx: contents | | by passage | search---> | in flowing text | select- | 2 | -versions | notes

3ΨΑΛΜΟΙ

Ψαλμὸς τῷ Δαυιδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Αβεσσαλωμ τοῦ υἱοῦ αὐτοῦ. Morning Prayer. Psalm 3
1 Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με;
πολλοὶ ἐπανίστανται ἐπ' ἐμέ·
 
2 πολλοὶ λέγουσιν τῇ ψυχῇ μου
Οὐκ ἔστιν σωτηρία αὐτῷ ἐν τῷ θεῷ αὐτοῦ. διάψαλμα.

 
3 σὺ δέ, Kύριε, ἀντιλήμπτωρ μου εἶ,
δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.

 
4 φωνῇ μου πρὸς κύριον ἐκέκραξα,
καὶ ἐπήκουσέν μου ἐξ ὄρους ἁγίου αὐτοῦ.
διάψαλμα.

 
5 ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα·
ἐξηγέρθην, ὅτι κύριος ἀντιλήμψεταί μου.
 
6 οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ
τῶν κύκλῳ συνεπιτιθεμένων μοι.
 
7 ἀνάστα, κύριε, σῶσόν με, ὁ θεός μου,
ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως,
ὀδόντας ἁμαρτωλῶν συνέτριψας.

 
8 τοῦ κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.

 
    << | Ψ:3 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.